Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.164
Not analysed yet
προαγγέλληται φωνῆς. ἀκούσαντες γὰρ ὅτι "Ἐγώ εἰμι "φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου," τὸν λόγον οὐ παραδεξάμενοι, μονονουχὶ καὶ ἀνέδην ἐπιτιμῶσι λέγοντες Οὐδὲν, ὦ οὗτος, ἐν σοὶ τὸ ἀξιόπιστον, ἀλλ' οὐδὲ θαυμαστὸν ἢ μέγα· τί καὶ ὅλως βαπτίζεις; τί καὶ πράγματι τηλικούτῳ τὸ μηδὲν ὅλως ἐπιχειρεῖς; ἔθος δὲ τοῦτο ποιεῖν τοῖς ἀνοσίοις Φαρισαίοις, τὸν μὲν ἤδη παρόντα κατασμικρύνειν, προσποιεῖσθαι δὲ μᾶλλον τιμᾶν τὸν ἀφιξόμενον· ἵνα γὰρ ἀεὶ τὰς παρὰ τῶν Ἰουδαίων πραγματεύωνται τιμὰς, καὶ χρημάτων ἑαυτοῖς προξενῶσι πορισμοὺς, οὐδένα τῶν ἄλλων ὁρᾶσθαι βούλονται διαπρεπῆ. οὕτω γὰρ καὶ αὐτὸν ἀπέκτειναν τὸν κληρονόμον λέγοντες "Δεῦτε ἀποκτείνωμεν "αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ." Ἐγὼ βαπτίζω ἐν ὕδατι. Ἀνεξικάκως ὁ μακάριος βαπτιστὴς ἐπιτιμώντων ἀνέχεται· εὐαφόρμως δὲ λίαν, τὴν ἐν τοῖς καθ' ἑαυτὸν ἐξήγησιν ὑπόθεσιν ἐποιεῖτο τοῦ σωτηρίου κηρύγματος· διδάσκει δὲ ἤδη καὶ οὐχ ἑκόντας τοὺς παρὰ τῶν Φαρισαίων ἀποστελλομένους, ὅτι περ εἴσω θυρῶν ὁ Χριστός. ἐγὼ μὲν γὰρ, φησὶ, παιδαγωγικὸν εἰσφέρω τὸ βάπτισμα, τοὺς ἐξ ἁμαρτίας μεμολυσμένους ἀπολούων ὕδατι πρὸς μετανοίας ἀρχὴν, καὶ ἐκ τῶν ὑποβεβηκότων ἀνακομίζεσθαι διδάσκων ἐπὶ τὰ τελειότερα· τοῦτο γὰρ ἦν ἔργῳ πληροῦν, ὃ κηρύττειν ἀπεστάλην Ἑτοιμάσατε δηλονότι τὴν ὁδὸν Κυρίου. ὁ δὲ τῶν μειζόνων τε καὶ ἀξιολογωτάτων δοτὴρ, καὶ ἁπάσης τελειότητος τῆς ἐπ' ἀγαθοῖς χορηγὸς, μέσος ὑμῶν στήκει, ἀγνοούμενος ἔτι διὰ τὴν ἐκ τῆς σαρκὸς περιβολὴν, τοσοῦτον ἐμὲ τὸν βαπτιστὴν ὑπερτρέχων, ὡς οἴεσθαι δεῖν ἐμαυτὸν οὐδὲ ἐν οἰκέτου τάξει