Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.165
Not analysed yet
μετρεῖσθαι παρ' ἐκείνῳ· τοῦτο γὰρ οἶμαι δηλοῦν τό Οὐκ εἰμὶ ἱκανὸς λύσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. πρᾶγμα δὲ λέγων ἀληθὲς, ἕτερόν τι χρήσιμον ἐργάζεται· ταπεινοφρονεῖν δὲ ἀναπείθει τὸν ἀλαζόνα Φαρισαῖον, ἑαυτὸν δὲ τύπον εἰσφέρει τοῦ πράγματος. Ταῦτα δέ φησιν ἐν Βηθαβαρὰ γεγενῆσθαι πέραν τοῦ Ἰορδάνου. σημεῖον ὥσπερ καὶ τοῦτο τιθεὶς μνήμης ἀκριβοῦς καὶ λεπτῆς. πεφύκαμεν γάρ πως καὶ εἰθίσμεθα πάντες, ὡς ἔπος εἰπεῖν, ἐν τοῖς περὶ τῶν ἀναγκαίων διηγήμασι μεμνῆσθαι καὶ τόπων, ἐν οἷς αὐτὰ γενέσθαι συμβέβηκεν. ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ.