Ancient Greek · ~3 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.168
Not analysed yet
ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων, οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν τῷ Υἱῷ, προκειμένου ῥητοῦ Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει τὴν πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν, προκειμένου ῥητοῦ Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐπὶ πᾶσίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ, προκειμένου ῥητοῦ Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω.