Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.169
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν. ἘΝ ὀλίγῳ κομιδῇ τῷ καιρῷ προφήτης ὁμοῦ καὶ ἀπόστολος ὁ βαπτιστὴς ἀναδείκνυται· ὃν γὰρ ὡς ἥξοντα προεκήρυττε, τοῦτον ἤδη παρόντα δείκνυσι. διὰ τοῦτο καὶ τὸ προφητῶν ἀνεπήδησε μέτρον, ὡς αὐτός που φησὶν ὁ Σωτὴρ πρὸς Ἰουδαίους διαλεγόμενος περὶ αὐτοῦ "Τί ἐξήλθατε εἰς "τὴν ἔρημον ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περις"σότερον προφήτου." οἱ μὲν γὰρ κατὰ καιροὺς ὅτι ἀναδειχθήσεται Χριστὸς προεφήτευον, ὁ δὲ ὡς ἥξει βοῶν καὶ παρόντα δέδειχε. τῇ γὰρ ἐπαύριόν φησι βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν. Καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐκέτι τό Ἑτοιμάσατε τὴν ὁδὸν καιρὸν ἔχει τὸν πρέ-