Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.17
Not analysed yet
Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τῆς ἀρχῆς οὐδέν τι ἐστὶ πρεσβύτερον, εἴπερ ἔχοι σωζόμενον ἐφ' ἑαυτῇ τὸν τῆς ἀρχῆς ὅρον· ἀρχὴ γὰρ ἀρχῆς οὐκ ἂν εἴη ποτέ· ἢ πάντως ἐκβήσεται τοῦ εἶναι κατὰ ἀλήθειαν ἀρχὴ, προεπινοουμένου τινὸς ἑτέρου καὶ προανίσχοντος αὐτῆς· ἄλλως τε εἰ ἐνδέχεταί τι προυπάρχειν τῆς ὄντως ἀρχῆς, ἐπ' ἄπειρον ἡμῖν ὁ περὶ αὐτῆς οἰχήσεται λόγος, ἀεὶ προανατελλούσης ἑτέρας, καὶ δευτέραν ἀποφαινούσης τὴν ἐφ' ᾗπερ ἂν ἡ παρ' ἡμῶν γένοιτο ζήτησις. οὐκοῦν ἀρχὴ μὲν ἀρχῆς οὐκ ἔσται, κατὰ τὸν ἀκριβῆ τε καὶ ἀληθῆ λογισμὸν, ἀλλ' εἰς ἀμήρυτον μέν τι καὶ ἀκατάληπτον ὁ περὶ αὐτῆς ἀποδημήσει λόγος. τέλος δὲ οὐκ ἐχούσης τῆς ἀεὶ πρὸς τὸ ἄνοπιν φυγῆς, καὶ τὸ τῶν αἰώνων ἀναφοιτώσης μέτρον, οὐκ ἐν χρόνῳ γεγονὼς ὁ Υἱὸς, ἀϊδίως δὲ μᾶλλον ὑπάρχων μετὰ Πατρὸς εὑρεθήσεται· ἦν γὰρ ἐν ἀρχῇ· εἰ δὲ ἦν ἐν ἀρχῇ, ποῖος, εἰπέ μοι, δυνήσεται νοῦς, τὴν τοῦ ἦν ὑπερανίπτασθαι δύναμιν; πότε δὲ ὅλως τὸ ἦν ὡς ἐν τέλει στήσεται, προανατρέχον τ' ἀεὶ τοῦ διώκοντος λογισμοῦ, καὶ τῆς ἑπομένης αὐτῷ προαναπηδῶν ἐννοίας; ἐπὶ τούτῳ δὴ ἄρα καταπεπληγμένος ὁ προφήτης φησὶν Ἡσαΐας "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; "ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·" αἴρεται γὰρ ὄντως ἀπὸ τῆς γῆς ὁ περὶ τῆς γεννήσεως λόγος τοῦ Μονογενοῦς, τουτέστιν, ὑπὲρ πᾶσάν ἐστι διάνοιαν τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ ὑπὲρ πάντα λόγον, ὡς εἶναι λοιπὸν ἀνεξήγητον· εἰ δὲ ὑπὲρ νοῦν ἐστι καὶ λόγους τοὺς ἐν ἡμῖν, πῶς ἂν εἴη γενητὸς, οὐκ ἀτονούσης τῆς ἐνούσης ἡμῖν διανοίας καὶ χρόνῳ καὶ λόγῳ περιορίζειν τὰ γενητά;