Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.16
Not analysed yet
ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ ὅλως ὑπάρχειν ἔτι πιστεύηται Θεός; "Οὐ γὰρ ἔσται, φησὶν, ἐν σοὶ θεὸς πρόσφατος," ἡ θεία γραφή. πῶς οὖν οὐ πρόσφατος, εἰ ἐν ὑστέροις ἐγεννήθη καιροῖς; πῶς δὲ οὐκ ἐψεύδετο λέγων πρὸς Ἰουδαίους "Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμί·" πρόδηλον γὰρ δήπου καὶ πᾶσιν ὁμολογούμενον, ὡς πολλοῖς ὕστερον χρόνοις, μετὰ τὸν μακάριον Ἁβραὰμ, ἐγεννήθη Χριστὸς διὰ τῆς ἁγίας παρθένου. ποῦ δὲ ὅλως τὸ ἦν ἐν ἀρχῇ σωθήσεται καὶ χωρήσει καλῶς, εἴπερ ἐπὶ τέλει τῶν αἰώνων γέγονεν ὁ Μονογενής; ὅρα γάρ μοι καὶ διὰ τῶν ἐφεξῆς, ὅσην ἔχει τὴν ἀτοπίαν τὸ κολοβοῦν τοῦ Υἱοῦ τὴν ἀΐδιον ὕπαρξιν, καὶ ἐν ὑστέροις αὐτὸν γενέσθαι χρόνοις ὑπονοεῖν. αὐτὸ δὲ δὴ πάλιν ἡμῖν εἰς λεπτοτέραν παρακείσεται βάσανον, ὅπερ ἔφη ὁ μακάριος Εὐαγγελιστής·