Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.172
Not analysed yet
Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Ὁ ἐν τῇ κοιλίᾳ τῆς νηδύος ἀνασκιρτήσας τῆς ἰδίας μητρὸς ἐπὶ τῇ φωνῇ τῆς ἁγίας παρθένου κυοφορούσης ἔτι τὸν Κύριον, ὁ πρὸ τῆς ὠδῖνος προφήτης, ὁ ἐν ἐμβρύῳ μαθητής Οὐκ ᾔδειν αὐτὸν περὶ τοῦ Σωτῆρός φησιν, ἀληθεύει δὲ λέγων· οὐ γὰρ ψεύδεται· πάντα μὲν γὰρ οἶδεν ἐξ ἑαυτοῦ καὶ ἀδιδάκτως Θεὸς, διδακτῶς δὲ ἡ κτίσις· ἐνοικοῦν δὲ τοῖς ἁγίοις τὸ Πνεῦμα, τὸ ἐνδέον ἀναπληροῖ, καὶ τὸ ἴδιον ἀγαθὸν τῇ ἀνθρώπου φύσει χαρίζεται, τὸ εἰδέναι φημὶ τὰ ἐσόμενα, καὶ τῶν κεκρυμμένων μυστηρίων τὴν γνῶσιν. οὐκοῦν μὴ εἰδέναι λέγων τὸν Κύριον ὁ μακάριος βαπτιστὴς, διαψεύσεται μὲν οὐδαμῶς, κατά γε τὸ τῆς ἀνθρωπότητος ἴδιον καὶ τὸ πρέπον τῇ κτίσει μέτρον, ἀναθήσει δὲ μόνῳ τὸ πάντα εἰδέναι τῷ Θεῷ, τῷ διὰ Πνεύματος Ἁγίου πρὸς τὴν τῶν κεκρυμμένων κατάληψιν φωταγωγοῦντι τὸν ἄνθρωπον· χρησίμως δὲ λίαν οὐκ εἰδέναι μὲν ἐξ ἑαυτοῦ φησι τὸν Χριστὸν, ἐληλυθέναι γεμὴν διὰ τοῦτο κυρίως, ἵνα φανερὸν αὐτὸν καταστήσῃ τῷ Ἰσραὴλ, ἵνα μὴ αὐτόμολος ἐπὶ τὴν μαρτυρίαν φαίνηται δραμὼν, μηδὲ ἰδίων θελημάτων ὑπηρέτης νοῆται παρά τισιν, ἀλλὰ θείας μὲν οἰκονομίας ἐργάτης, βουλῆς δὲ τῆς ἄνωθεν ὑπουργὸς, ἀποκαλυπτούσης αὐτῷ τὸν Ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵνα τοίνυν εὐπετέστερον ἐπὶ τῷ πιστεύειν ἐπὶ τῷ Σωτῆρι Χριστῷ βαδίζοιεν Ἰουδαῖοι, καὶ ἀξιολογωτάτην ἔχωσι περὶ αὐτοῦ τὴν διάληψιν, ἐγνωκέναι φησὶν αὐτὸν οὐκ εἰδὼς, ἵνα λοιπὸν ἐννοῶσι τὸν ἀποκαλύψαντα Θεὸν, καὶ τὸ ἄνωθεν ἀποναρκήσαντες κρῖμα,