Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.171
Not analysed yet
γὰρ ὁ θάνατος τὸν ὑπὲρ πάντων Ἀμνὸν, πάντας ἐξήμεσεν ἐν αὐτῷ τε καὶ σὺν αὐτῷ. οἱ γὰρ πάντες ἦμεν ἐν τῷ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ· καταργουμένης δὲ τῆς ἁμαρτίας, πῶς ἐνεδέχετο μὴ οὐχὶ πάντως καὶ τὸν ἐξ αὐτῆς καὶ δι' αὐτὴν καταργηθῆναι θάνατον; ἀποθανούσης δὲ τῆς ῥίζης, πῶς ἂν ἔτι λοιπὸν ὁ ἐξ αὐτῆς ἐσώθη βλαστός; διὰ ποίαν αἰτίαν ἐμέλλομεν ἀποθνήσκειν ἔτι τῆς ἁμαρτίας ἀναιρουμένης; οὐκοῦν ἑορτάζοντες λέγομεν ἐπὶ τῇ σφαγῇ τοῦ Ἀμνοῦ τοῦ Θεοῦ "Ποῦ ἡ δίκη σου θάνατε; "ποῦ τὸ κέντρον σου ᾅδη;" "Πᾶσα γὰρ ἀνομία," καθάπερ ἔφη που ψάλλων ὁ μελῳδὸς, "ἐμφράξει τὸ στόμα αὐτῆς," οὐκέτι κατηγορεῖν τῶν ἐξ ἀσθενείας ἡμαρτηκότων ἰσχύουσα. "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" "Χριστὸς ἡμᾶς "ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ "ἡμῶν κατάρα," ἵνα ἡμεῖς τὴν ἐξ ἀνομίας ἀρὰν διαφύγωμεν. Οὗτός ἐστι περὶ οὗ εἶπεν. Εἰς ὑπόμνησιν ἄγει τῶν ἐξ αὐτοῦ λόγων τοὺς ἀκροωμένους, καὶ τὸ μεῖζον ἐν δόξῃ παραχωρεῖ τῷ Χριστῷ, οὐκ ἀγάπης, ἀληθείας δὲ μᾶλλον ἢ καὶ ἀνάγκης ἔργον ἀποπληρῶν· ὑποκείσεται γὰρ, κἂν μὴ βούληται, τῷ ποιητῇ τὸ ποίημα, τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ χορηγῷ τὸ χορηγούμενον. κατὰ τίνα δὲ τρόπον ὀπίσω μὲν ἦν Ἰωάννου Χριστὸς, ἔμπροσθεν δὲ γέγονεν, ὅτι πρῶτος ἦν, ὡς αὐτὸς ὁμολογεῖ, διὰ τῶν προλαβόντων ἀρκούντως εἰρήκαμεν.