Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.174
Not analysed yet
ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτὸν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεινός μοι εἶπεν Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. ΟΥΚ εἰδέναι φήσας αὐτὸν ἐν τοῖς ἀνωτέρω, χρησίμως ἐπεξεργάζεται, καὶ τὸ θεῖον ἀπογυμνοῖ μυστήριον, καὶ τὸν αὐτῷ μηνύσαντα δεικνύων Πατέρα Θεὸν, καὶ τίς ὁ τῆς δείξεως γέγονε τρόπος, ἀναφανδὸν ἐξηγούμενος. ὠφελεῖ δὲ διὰ πάντων τῶν ἀκροωμένων τὸν νοῦν, καὶ δι' ὧν ἐκ Θεοῦ πεπαιδεῦσθαί φησι τὸ περὶ Χριστοῦ μυστήριον τοῖς ἀνθρώποις, ταῖς ἄνωθεν ψήφοις πολεμοῦντας ἀποφαίνει τοὺς ἀνθεστηκότας αὐτῷ, καὶ ῥιψοκινδύνως τῇ μεγάλῃ τοῦ Πατρὸς ἀντιπράττοντας γνώμῃ. τοῦτο δὲ ἦν ἀναπείθοντος εὐφυῶς τῆς μὲν εἰκαίας αὐτῶν ἀποσχέσθαι βουλῆς, παραδέξασθαι δὲ τὸν εὐδοκίᾳ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν πάντων ἐπιδημήσαντα. μαρτυρεῖ τοιγαροῦν, ὅτι καὶ τὸ πνεῦμα θεάσοιτο καταβαῖνον