Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.175
Not analysed yet
ἐξ οὐρανοῦ, περιστερᾶς ἐν σχήματι, καὶ ὅτι μεμένηκεν ἐπ' αὐτόν. εἶτα πρὸς τούτῳ, καὶ αὐτήκοος γενέσθαι φησὶ τοῦ πεπομφότος αὐτὸν ἐπὶ τὸ βαπτίζειν ἐν ὕδατι, ὡς ἐκεῖνός ἐστιν ὁ ἐν Ἁγίῳ βαπτίζων Πνεύματι, ᾧπερ ἂν ἐπιφοιτῆσαν ἐναπομείνῃ τὸ Πνεῦμα. ἀξιοπιστότατος τοίνυν ὁ μάρτυς, ὑπερφυὲς τὸ σημεῖον, ἐπάνω πάντων ὁ δείξας Πατήρ. Καὶ ταῦτα μὲν τῇδε. ἀνασκιρτήσει δὲ ἴσως ὁ φιλεγκλήμων αἱρετικὸς, καὶ πλατὺ γελάσας ἐρεῖ Τί πάλιν ἡμῖν, ὦ οὗτοι, καὶ πρὸς τοῦτό φατε, ἢ ποῖον ἐξυφανεῖτε λόγον κατασοφιζόμενοι τὸ γεγραμμένον; ἰδοὺ τὸ Πνεῦμα καταβαίνειν φησὶν ἐπὶ τὸν Υἱόν· ἰδοὺ καταχρίεται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅπερ δὲ οὐκ ἔχει λαμβάνει δηλαδὴ, συνεπιμαρτυροῦντος τοῦ μελῳδοῦ καὶ λέγοντος, ὡς πρὸς αὐτόν "Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον "ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου." πῶς ἂν οὖν εἴη λοιπὸν ἐν ὁμοουσιότητι τοῦ τελείου Πατρὸς ὁ μὴ τοιοῦτος υἱὸς, καὶ διὰ τοῦτο χριόμενος; πρὸς δὴ τοῦτο φάναι δεῖν ὑπολαμβάνω τοῖς τὰ σεμνὰ τῆς Ἐκκλησίας ἀνατρέπουσι δόγματα, καὶ τὴν τῶν γεγραμμένων ὀρθότητα διαστρέφουσιν "Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν," ἵνα δύνησθε τὸ λαμπρὸν τῆς ἀληθείας περιαθρήσαντες κάλλος, σὺν ἡμῖν ἀναβοῆσαι πρὸς τὸν Υἱόν "Ἀληθῶς Θεοῦ Υἱὸς εἶ." εἰ γὰρ ὅλως πιστεύεις Θεὸν εἶναι κατὰ φύσιν αὐτὸν, πῶς οὐκ ἂν ἔχοι τὸ τέλειον; ὥρα γὰρ ὑμᾶς καὶ εἰς αὐτὸν ἤδη δυσσεβεῖν τὸν Πατέρα· πόθεν γὰρ αὐτὸς, ὡς φῂς, ἐξ ἀνάγκης ἕξει τὴν τελειότητα; πῶς δὲ οὐχὶ πρὸς τὴν τοῦ γεννήματος ὕφεσιν τὴν ὡς καθ' ὑμᾶς ἀτελῆ κατοισθήσεται, παραδεξαμένης ἅπαξ ἐν Υἱῷ τῆς θείας οὐσίας τὸ δύνασθαι μὴ ἔχειν τὸ τέλειον, κατά γε τὸν παρ' ὑμῖν ἀμαθῆ καὶ ἀπαίδευτον λόγον; οὐ γὰρ δήπου τὴν μεγάλην ἐκείνην καὶ ἀκήρατον φύσιν εἰς δια-