Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.183
Not analysed yet
ἐξαρτίσας ζῷον ὁ ἀριστοτέχνης Θεὸς, ἐντολὴν ἐδίδου τὴν σώζουσαν· καὶ ἦν ἐν τῷ παραδείσῳ, καθὰ γέγραπται, διαφυλάττων ἔτι τὸ δοθὲν, καὶ τῇ θείᾳ τοῦ πεποιηκότος διαπρεπὴς εἰκόνι διὰ τοῦ ἐνοικισθέντος Ἁγίου Πνεύματος· ἐπειδὴ δὲ ταῖς τοῦ διαβόλου παρατετραμμένος ἀπάταις κατεφρόνει τοῦ Δημιουργοῦ, καὶ νόμον τὸν ὁρισθέντα πατήσας ἐλύπει τὸν εὐεργέτην, τὴν αὐτῷ δοθεῖσαν ἀνεπράττετο χάριν, "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ" τότε πρῶτον ἀκούσας ὁ γεγονὼς εἰς ζωὴν, παρεχαράττετο δὲ ἤδη καὶ ἡ πρὸς Θεὸν ὁμοίωσις διὰ τῆς ἐπεισδραμούσης ἁμαρτίας, καὶ ἦσαν μὲν οὐκέτι λοιπὸν οἱ χαρακτῆρες λαμπροὶ, ἀμυδρότεροι δέ πως ἐν αὐτῷ καὶ ἐσκοτισμένοι διὰ τὴν παράβασιν. ἐπειδὴ δὲ εἰς πληθὺν ἀριθμοῦ κρείττονα τὸ ἀνθρώπινον ἐξετείνετο γένος, κατεκράτει δὲ πάντων ἡ ἁμαρτία, πολυτρόπως τὴν ἑκάστου ληϊζομένη ψυχὴν, ἀπεγυμνοῦτο μὲν χάριτος τῆς ἀρχαίας ἡ φύσις· ἀπανίσταται δὲ τὸ Πνεῦμα παντελῶς, καὶ πίπτει πρὸς τὴν ἐσχάτην ἀλογίαν ὁ λογικὸς, καὶ αὐτὸν ἀγνοήσας τὸν κτίσαντα. ἀλλ' ὁ πάντων Δημιουργὸς μακροὺς ἀνεξικακήσας χρόνους, ἐλεεῖ λοιπὸν κατεφθαρμένην τὴν οἰκουμένην, καὶ τὴν μὲν δραπετεύσασαν ἐπὶ γῆς ἀγέλην ταῖς ἄνω συνάπτειν ἀγαθὸς ὢν ἠπείγετο· μεταστοιχειοῦν δὲ πάλιν εἰς τὴν ἀρχαίαν εἰκόνα τὴν ἀνθρωπότητα διὰ τοῦ Πνεύματος ἐδοκίμαζεν. ἦν γὰρ οὐχ ἑτέρως τοὺς θείους ἀναλάμψαι χαρακτῆρας ἐν αὐτῇ, καθάπερ οὖν ἦσαν καὶ πρότερον. Τί οὖν ἄρα πρὸς τοῦτο μηχανᾶται, πῶς δὲ ἄσυλον ἐν ἡμῖν ἐφύτευσε τὴν χάριν, ἢ πῶς ἐῤῥιζώθη πάλιν ἐν ἀνθρώποις τὸ Πνεῦμα, τίνα δὲ τρόπον ἡ φύσις ἀνεμορφώθη πρὸς τὸ ἀρχαῖον, ἀκόλουθον εἰπεῖν. ὁ πρῶτος ἄνθρωπος, χοϊκός τε ὑπάρχων καὶ ἀπὸ τῆς γῆς, καὶ ἐν ἰδίᾳ κειμένην ἔχων ἐξουσίᾳ τοῦ τε ἀγαθοῦ καὶ τοῦ φαύλου τὴν αἵρεσιν, ῥοπῆς