Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.182
Not analysed yet
ἑτεροδοξούντων λαὸς, μὴ νοήσας "μήτε ἃ λέγει μήτε περὶ "τίνων διαβεβαιοῦται," καὶ κινδυνεύειν δὲ οὕτως ἐν τοῖς ἀναγκαιοτάτοις, οὐδὲν ἡγοῦνται βαρύ· ἢ γὰρ ἂν καὶ αὐτοὶ, πικρὸν ἐκ βλεφάρων καταχέοντες δάκρυον καὶ μεγάλην εἰς ὕψος ἀνατείνοντες τὴν φωνὴν, προσῄεσαν λέγοντες "Θοῦ "Κύριε φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ "τὰ χείλη μου. μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους "πονηρίας." λόγοι γὰρ ὄντως πονηρίας οἱ παρ' ἑαυτῶν τὴν ἐπὶ τοῖς ἐσχάτοις ζημίαν τοῖς ἀκροωμένοις ὠδίνοντες. ἡμεῖς δὲ τῆς ἑαυτῶν καρδίας τὸν ἐκείνων ἐξοικίσαντες λῆρον ἐπὶ τὸν ὀρθὸν τῆς πίστεως βαδιούμεθα λόγον, τὸ γεγραμμένον ἔχοντες εἰς νοῦν "Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα "ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτί"ζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ." φέρε δὴ οὖν, καὶ τὸν ἐν τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν αἰχμαλωτίζοντες νοῦν, ὑποτάξωμεν τῇ δόξῃ τοῦ Μονογενοῦς, πάντα φέροντες συνετῶς εἰς τὴν ὑπακοὴν αὐτοῦ, τουτέστιν, εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως τρόπον. "Πλούσιος γὰρ ὢν, ἐπτώ"χευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν." Δέχου δὲ, εἴ σοι δοκεῖ, καὶ διὰ τῶν προκειμένων ἡμῖν τὴν ἀπόδειξιν, ἀνεξίκακον τοῖς λόγοις ἁπλώσας τὴν ἀκοήν. κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τοῦ ἐπὶ πάντας ὄντος Θεοῦ πεποιῆσθαι τὸν ἄνθρωπον ἡ θεία μαρτύρεται γραφή. καὶ γοῦν ὁ τὸ πρῶτον ἡμῖν συντάξας βιβλίον· Μωυσῆς δὲ οὗτος ὁ ἐγνωσμένος "παρὰ πάντας" τῷ Θεῷ· "Καὶ ἐποίησε, φησὶν, "ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν." ὅτι δὲ διὰ τοῦ Πνεύματος εἰς εἰκόνα τὴν θείαν κατεσφραγίζετο, πάλιν αὐτὸς ἡμᾶς ἐδίδαξεν εἰπών "Καὶ ἐνεφύσησεν εἰς "τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς·" ὁμοῦ γὰρ καὶ ζωὴν ἐνετίθει τὸ Πνεῦμα τῷ πλάσματι, καὶ τοὺς ἑαυτοῦ χαρακτῆρας θεοπρεπῶς ἐνεσήμαινεν· οὕτω τὸ ἐπὶ γῆς λογικὸν