Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.185
Not analysed yet
τῇ φύσει τὸ ἀρχαῖον ἀγαθόν· οὕτω γὰρ καὶ πτωχεῦσαι λέγεται δι' ἡμᾶς. πλούσιος γὰρ ὢν, ὡς Θεὸς, καὶ οὐδενὸς τῶν ἀγαθῶν ἐπιδεὴς, ἄνθρωπος γέγονε πάντων ἐπιδεὴς, πρὸς ὃν εἴρηταί που, καὶ σφόδρα καλῶς "Τί γὰρ ἔχεις ὃ οὐκ "ἔλαβες;" ὥσπερ οὖν ζωὴ κατὰ φύσιν ὑπάρχων ἀπέθανε κατὰ σάρκα δι' ἡμᾶς, ἵνα νικήσῃ τὸν θάνατον ὑπὲρ ἡμῶν, καὶ ὅλην ἑαυτῷ συναναστήσῃ τὴν φύσιν· πάντες γὰρ ἦμεν ἐν αὐτῷ, καθὸ γέγονεν ἄνθρωπος· οὕτω καὶ τὸ Πνεῦμα δέχεται δι' ἡμᾶς, ἵνα πᾶσαν ἁγιάσῃ τὴν φύσιν. οὐ γὰρ ἑαυτὸν ὠφελήσων ἐλήλυθεν, ἀλλ' ἵνα πᾶσιν ἡμῖν καὶ θύρα καὶ ἀρχὴ καὶ ὁδὸς γένηται τῶν οὐρανίων ἀγαθῶν. εἰ γὰρ μὴ ἔδοξε λαμβάνειν ὡς ἄνθρωπος, ἢ καὶ πάσχειν ὡς εἷς ἐξ ἡμῶν, πῶς ἂν ἔδειξέ τις ὅτι τεταπείνωκεν ἑαυτόν; ἢ πῶς ἂν ἐσώθη καλῶς ἡ τοῦ δούλου μορφὴ, εἰ μή τι καὶ δουλοπρεπὲς ἐγράφη περὶ αὐτοῦ; μὴ διασυρέσθω τοίνυν ὁ πάνσοφος τῆς οἰκονομίας λόγος, ὃν καὶ αὐτὸς ὁ θεσπέσιος Παῦλος εἰκότως ἀποθαυμάζει βοῶν "Ἵνα γνωρισθῇ νῦν ταῖς "ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς "Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό"θεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ "Κυρίῳ ἡμῶν." σοφία γὰρ ὄντως καὶ θεοπρεπὴς, τὸ μέγα τῆς ἐνανθρωπήσεως ὁρᾶται μυστήριον. Τοιαύτην ἔχειν ἡμᾶς τὴν περὶ τοῦ Σωτῆρος διάληψιν χρῆναι δεῖν ὑπολαμβάνω τοὺς εὐσεβεῖν ἑλομένους, καὶ ἐπὶ τῇ τῶν δογμάτων ὀρθότητι χαίροντας· οὐ γὰρ δήπου πρὸς τοσαύτην ἀλογίαν καταβησόμεθα καὶ ἡμεῖς, ὡς οἴεσθαι μεθεκτὸν ἐν τῷ κατὰ φύσιν Υἱῷ τὸ Πνεῦμα ὑπάρχειν, καὶ οὐχὶ μᾶλλον οὐσιωδῶς ἐμπεφυκὸς, ὥσπερ οὖν ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. ὥσπερ γὰρ τοῦ Πατρὸς, οὕτω δὴ καὶ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον·