Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.186
Not analysed yet
οὕτω καὶ ἀνέγνωμεν παρὰ ταῖς θείαις γραφαῖς "Ἐλθόντες γὰρ κατὰ τὴν Μυσίαν," φησὶν, "ἐπείραζον εἰς τὴν Βιθυνίαν ἀπελθεῖν, καὶ οὐκ εἴασεν "αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ." Εἰ δέ τῳ δοκεῖ φιλονεικότερον τοῖς περὶ τούτων ἐνίστασθαι λόγοις, καὶ διισχυρίζεσθαι πάλιν, ὅτι κατὰ μέθεξιν ἐν τῷ Υἱῷ τὸ Πνεῦμά ἐστιν, ἢ καὶ τότε γέγονεν ἐν αὐτῷ, πρότερον οὐκ ἐνυπάρχον, ὅτε καὶ ἐβαπτίσθη, κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον, ὁράτω πάλιν ἡλίκοις τε καὶ ὅσοις περιπεσεῖται τοῖς ἀτοπήμασι. πρῶτον μὲν γὰρ, οὐκ ἐγηγέρθαι φησὶν ὁ Σωτὴρ "ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ "βαπτιστοῦ" τὸν μείζονα· καὶ ἀληθὴς ὁ λόγος· ἀλλ' ὁρῶμεν τὸν εἰς ἀκρότητα δόξης τε καὶ ἀρετῆς ἀναβεβηκότα τῆς ἐν ἡμῖν, ἀσυγκρίτοις ὑπεροχαῖς τιμῶντα Χριστόν· οὐκ εἰμὶ γὰρ, φησὶν, ἱκανὸς, ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. εἶτα πῶς οὐκ ἄτοπον, μᾶλλον δὲ ἤδη καὶ ἀσεβὲς, Ἰωάννην μὲν "ἐκ κοιλίας ἔτι μητρὸς αὐτοῦ," Πνεύματος ἀναπεπλῆσθαι τοῦ Ἁγίου πιστεύειν, διὰ τὸ οὕτω γεγράφθαι περὶ αὐτοῦ· τὸν δὲ τούτου, μᾶλλον δὲ ἁπάντων, Δεσπότην καὶ Κύριον τότε πρῶτον οἴεσθαι τὸ Πνεῦμα λαβεῖν, ὅτε καὶ ἐβαπτίζετο, καίτοι τοῦ ἁγίου λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν παρθένον "Πνεῦμα Ἅγιον ἐπελεύ"σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι, διὸ "καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ." καὶ ὁράτω μοι πάλιν ὁ φιλομαθὴς, ὅσην ὁ λόγος ὠδίνει τὴν ἔννοιαν. περὶ μὲν γὰρ Ἰωάννου, φησὶν, ὅτι "Πνεύματος "Ἁγίου πλησθήσεται·" δοτὸν γὰρ ἦν ἐν αὐτῷ καὶ οὐκ οὐσιῶδες τὸ Ἅγιον Πνεῦμα· περὶ δὲ τοῦ Σωτῆρος, οὐκέτι τό Πλησθήσεται λέγει· καλῶς γε σφόδρα νοῶν· ἀλλ' ὅτι τὸ γεννώμενον ἅγιον, οὐδὲ τό Ἔσται προστεθεικὼς, ἦν γὰρ ἀεὶ τοῦτο κατὰ φύσιν ὡς Θεός.