Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.195
Not analysed yet
οὓς καὶ καταλύσαντας ἅπαξ προσμεμενηκέναι φησὶν ὁ ἅγιος Εὐαγγελιστής· ἵνα πάλιν μανθάνωσιν οἱ διὰ τῆς πίστεως εἰς τὸν θεῖον εἰσελαύνοντες οἶκον καὶ αὐτῷ προστρέχοντες τῷ Χριστῷ, ὅτι χρὴ προσμένειν αὐτῷ, καὶ μὴ πάλιν ἀλλοτριοῦσθαι φιλεῖν, ἢ πρὸς ἁμαρτίαν ἐκβαίνοντας ἢ παλινδρομοῦντας εἰς ἀπιστίαν. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Οἱ λαβόντες ἄρτι τὸ τάλαντον, εὐθὺς τοῦ ταλάντου τὴν ἐργασίαν ἐπάγονται, καὶ τῷ δεσπότῃ προσάγουσι. τοιαῦται γὰρ ὄντως αἱ φιλήκοοί τε καὶ εὐμαθεῖς ὁρῶνται ψυχαὶ, οὐ μακρῶν δεόμεναι πρὸς ὠφέλειαν ῥημάτων, οὐδὲ ἐν κύκλοις μηνῶν ἢ ἐτῶν τὸν ἐκ τῆς παιδεύσεως ἀνατίκτουσαι καρπὸν, ἀλλ' ὁμοῦ ταῖς τῶν μαθημάτων ἀρχαῖς τὸ τῆς συνέσεως κατακλείουσαι τέλος. "Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώ"τερος ἔσται φησί· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ "δέχεσθαι." ἀνασώζει δὴ οὖν τὸν οἰκεῖον Ἀνδρέας ἀδελφόν· Πέτρος δὲ οὗτος ἦν· ὅλον ἐν ὀλίγῳ κεφαλαίῳ τὸ μέγα δηλώσας μυστήριον. εὑρήκαμεν γὰρ, φησὶν, ὡς θησαυρὸν κεκρυμμένον ἐν ἀγρῷ, ἢ ὡς "ἕνα πολύτιμον μαργαρίτην" τὸν Ἰησοῦν, κατὰ τὰς ἐν τοῖς εὐαγγελίοις παραβολάς. Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἀτενίζει θεοπρεπῶς ὁ καρδίας ὁρῶν καὶ νεφρούς· ὁρᾷ δὲ