Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.194
Not analysed yet
ἰέναι δὲ μᾶλλον εἰς αὐτὴν παραχρῆμα κελεύει· πρῶτον μὲν ἐκεῖνο διδάσκων, ὡς ἐν ὑπογραμμῷ τῷ πράγματι, ὅτι τῶν ἀγαθῶν τὴν ζήτησιν, οὐκ εἰς ὑπερθέσεις ἀναῤῥιπτεῖσθαι καλόν· τὸ γὰρ μέλλειν ὅλως ἐν τοῖς ὠφελεῖν πεφυκόσιν ἐπιζήμιον· εἶτα πρὸς τούτῳ καὶ τόδε, ὅτι τοῖς ἀγνοοῦσιν ἔτι τὸν ἅγιον οἶκον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τουτέστι τὴν Ἐκκλησίαν, οὐ τὸ ὅποι ποτὲ κεῖται μαθεῖν ἀρκέσει πρὸς σωτηρίαν, ἀλλὰ τὸ ἐλθεῖν εἰς αὐτὸν διὰ τῆς πίστεως, ἰδεῖν τε τὰ ἐν αὐτῷ μυστικῶς δηλονότι τελούμενα. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. Εὐπαρέδρως οἱ μαθηταὶ τὴν τῶν θείων μυστηρίων ἐπαιδεύοντο γνῶσιν· οὐ γὰρ οἶμαι πρέπειν ἁψίκορον τοῖς φιλομαθέσιν ἐνυπάρχειν διάνοιαν, φιλοπονωτάτην δὲ μᾶλλον, καὶ τῆς ἐν ἱδρῶσιν ἀγαθοῖς μικροψυχίας κρείττονα, ὡς εἰς ἅπαντα τῆς ζωῆς τὸν καιρὸν ἐν ὁλοκλήρῳ τῇ προθυμίᾳ φαίνεσθαι διαπρέποντα· τοῦτο γὰρ ὡς δι' αἰνίγματος οἶμαι δηλοῦν τό Παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. ἐπειδὴ δέ φησιν Ὥρα ἦν ὡς δεκάτη, καὶ πρὸς αὐτὸ τοῦτο λέγομεν τὸν ἑκάστῳ χρήσιμόν τε καὶ οἰκεῖον ἐφαρμόζοντες λόγον, ὅτι πάλιν ἡμᾶς διὰ τῆς οὕτω λεπτῆς ἐπιχειρήσεως ἐκδιδάσκει τῆς θεολογίας ὁ συγγραφεὺς, ὡς οὐκ ἐν ἀρχῇ τοῦ παρόντος αἰῶνος τὸ μέγα τοῦ Σωτῆρος ἡμῶν ἐγνωρίσθη μυστήριον, ἀλλ' εἰς τέλος ἤδη καταλύοντος τοῦ καιροῦ· ἐπ' ἐσχάτων γὰρ, ὡς γέγραπται, τῶν ἡμερῶν διδακτοὶ πάντες ἀναδεδείγμεθα Θεοῦ. δέχου δέ μοι πάλιν τῶν εἰρημένων εἰκόνα περὶ τὴν δεκάτην ὥραν, προσεδρεύοντας τῷ Σωτῆρι τοὺς μαθητὰς,