Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.197
Not analysed yet
γὰρ τὸν Ναθαναὴλ, οὐχ ἁπλῶς ἐρχόμενον περιτυχὼν, ἀλλὰ πολλὴν ἐπ' αὐτῷ τὴν ζήτησιν ποιησάμενος· ᾔδει γὰρ ὄντα φιλοπονώτατον τε καὶ φιλολογώτατον. εἶτα λέγει τὸν διὰ πάσης κηρυττόμενον τῆς θείας γραφῆς ἀνηυρηκέναι Χριστὸν, οὐχ ὡς ἀγνοοῦντι προσομιλῶν, ἀλλ' ὡς λίαν ἐκπεπαιδευμένῳ τά τε τοῦ πανσόφου Μωυσέως καὶ τῶν προφητῶν μηνύματα. ὑπόνοια δὲ οὐκ ἀληθὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τοῖς Ἰουδαίοις ἐκράτει, ὡς ἐκ πόλεως ἤτοι κώμης ἔσται τῆς Ναζαρὲτ, καίτοι Βηθλεεμίτην αὐτὸν, ὅσον εἰς τοῦτον ἥκει τὸν λόγον τῆς θείας λεγούσης γραφῆς "Καὶ σὺ γὰρ, φησὶν, Βηθλεὲμ γῆ Ἰούδα οἶκος τοῦ "Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ "γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, "καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος." ἀνετράφη μὲν γὰρ εἰς Ναζαρὲτ, ὥς που καὶ αὐτὸς ὁ Εὐαγγελιστὴς διεμαρτύρατο λέγων "Καὶ ἦλθεν εἰς Ναζαρὲτ οὗ ἦν "ἀνατεθραμμένος·" ἦν δὲ οὐκ ἐκεῖθεν, ἀλλ' ὅθεν ἤδη προείπομεν, μᾶλλον δὲ ὡς ἡ τοῦ προφήτου διισχυρίσατο φωνή. ἀκολουθήσας τοίνυν ὁ Φίλιππος τῇ τῶν Ἰουδαίων ὑπονοίᾳ φησίν Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ. Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Συνομολογεῖ προχείρως ὁ Ναθαναὴλ, ὅτι μέγα δή τι καὶ κάλλιστον εἴη τὸ ἐκ τῆς Ναζαρὲτ ἀναδειχθήσεσθαι προσδοκώμενον. δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς οὐ μόνον ἐδέχετο πρὸς πίστιν τοῦ ζητουμένου τὴν Ναζαρὲτ, ἀλλ' ἐκ νόμου καὶ προφητῶν τὴν γνῶσιν ἐρανιζόμενος, ταχεῖαν ὡς πολυμαθὴς ἐποιεῖτο τὴν σύνεσιν.