Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.198
Not analysed yet
Ἔρχου καὶ ἴδε. Ἀρκέσει πρὸς πίστιν ἡ θέα, φησὶν, καὶ μόνον εἰς λόγους ἐλθὼν συνομολογήσεις γοργότερον, καὶ ἀνενδοιάστως ἐρεῖς αὐτὸν ὄντως ὑπάρχειν τὸν προσδοκώμενον. χρὴ δὲ πιστεύειν ἡμᾶς, ὅτι περ ἦν θεία τις καὶ ἄῤῥητος χάρις, τοῖς τοῦ Σωτῆρος λόγοις συνεκτρέχουσα, καὶ τὰς τῶν ἀκροωμένων ψυχὰς καταθέλγουσα. οὕτω γὰρ γέγραπται, ὅτι "πάντες "ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις "ἀπὸ τοῦ στόματος αὐτοῦ·" ὡς γὰρ ἐνεργὴς ὁ λόγος εἰς δύναμιν, οὕτω καὶ εἰς τὸ πείθειν ἦν ἱκανός. Ἴδε ἀληθὴς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Οὔπω τὴν διὰ σημείων ἐπιτηδεύσας ἐπίδειξιν, ἑτέρῳ τρόπῳ Χριστὸς τούς τε οἰκείους ἀναπείθειν ἐπειρᾶτο μαθητὰς, καὶ τοὺς ὅσοι περ ἦσαν τῶν αὐτῷ προσιόντων νουνεχέστεροι, ὡς εἴη μὲν αὐτὸς ὁ κατὰ φύσιν Υἱὸς καὶ Θεὸς, ἥκοι δὲ τῆς ἁπάντων ἕνεκα σωτηρίας ἐν ἀνθρωπείᾳ μορφῇ. τίς οὖν ὁ τρόπος ὁ πρὸς πίστιν ἐπαγωγός; ἡ θεοπρεπὴς δηλονότι γνῶσις. τὸ γὰρ εἰδέναι τὰ πάντα, μόνῳ πρέπει Θεῷ· ἀποδέχεται τοιγαροῦν τὸν Ναθαναὴλ, οὐ κολακείαις ἁρπάζων εἰς διάθεσιν, ἀλλ' ἐξ ὧν αὐτῷ συνῄδει πιστούμενος, ὅτι γινώσκει καρδίας, ὡς Θεός. Πόθεν με γινώσκεις; Ἄρχεται θαυμάζειν ὁ Ναθαναὴλ, καὶ καλεῖται πρὸς πίστιν ἤδη βεβαίαν· ἔτι δὲ μανθάνειν ἀξιοῖ, πόθεν ἂν ἔχοι τῶν κατ' αὐτὸν τὴν γνῶσιν· ἀκριβεῖς γὰρ λίαν αἱ φιλομαθεῖς καὶ