Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.200
Not analysed yet
τούτων μείζονα· ὁ γὰρ ἑνὶ σημείῳ πεπιστευκὼς, πῶς οὐκ ἔσται πάντως διὰ πολλῶν ἐν ἀμείνοσιν, ὅταν δὴ μάλιστα φαίνοιντο τῶν ἤδη τεθαυμασμένων ἀξιολογώτερα; Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Κοινὸς ἤδη πρὸς πάντας ὁ λόγος ἐπισφραγίζων τοῦ Ναθαναὴλ τὴν πίστιν. ἀγγέλους δὲ ὀφθήσεσθαι λέγων ἄνω τε καὶ κάτω τρέχοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, τουτέστιν, ὑπηρετοῦντας καὶ διακονουμένους τοῖς αὐτοῦ διατάγμασιν, εἰς τὴν τῶν μελλόντων πιστεύειν σωτηρίαν, τότε δὴ μάλιστα Θεοῦ κατὰ φύσιν ὑπάρχων Υἱὸς ἀναδειχθήσεσθαί φησιν. οὐ γὰρ ἀλλήλαις αἱ λογικαὶ δυνάμεις, Θεῷ δὲ πάντως δουλεύουσιν. οὐκ ἀναιρεῖ δὲ ὁ λόγος τὴν ἐν ἀγγέλοις ὑποταγήν· οὐδὲ γὰρ ἂν εὐλόγως τοῦτο καλοῖτο δουλεία· ἀκηκόαμεν δὲ διὰ τῶν ἁγίων Εὐαγγελιστῶν ὅτιπερ "ἄγγελοι προσῆλθον" τῷ Σωτῆρι Χριστῷ "καὶ διηκόνουν αὐτῷ." Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον, καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσι· καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς. Εὐαφόρμως ἔρχεται λοιπὸν ἐπὶ τὴν τῶν σημείων ἀρχὴν, εἰ καὶ ἀβουλήτως ἐδόκει καλεῖσθαι πρὸς αὐτήν· πανηγύρεως γὰρ τῆς ἐπὶ γάμῳ τελουμένης, δῆλον δὲ δήπου πάντως ὅτι σεμνῶς, πάρεστι μὲν τοῦ Σωτῆρος ἡ μήτηρ, κεκλημένος δὲ καὶ αὐτὸς τοῖς οἰκείοις συναφικνεῖται μαθηταῖς θαυματουρ-