Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.199
Not analysed yet
φιλόθεοι ψυχαί. ὑπονοεῖ δὲ ἴσως παρὰ Φιλίππου τι κατ' αὐτὸν δεδεῖχθαι τὸν Κύριον. Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκὴν εἶδόν σε. Ἔλυσεν αὐτῷ τὴν ὑπόνοιαν ὁ Σωτὴρ, καὶ πρὸ τῆς τοῦ Φιλίππου συντεύξεώς τε καὶ ὁμιλίας ἑωρακέναι φάσκων αὐτὸν ὑπὸ τὴν συκὴν, καίτοι μὴ παρὼν τῷ σώματι. χρησίμως τε σφόδρα καὶ ἡ συκὴ καὶ ὁ τόπος ὀνομάζεται, τὴν τοῦ τεθεωρῆσθαι πίστιν αὐτὸν ἐγγυώμενα· ὁ γὰρ ἀκριβῶς ἤδη μαθὼν καὶ τὸ σὺν αὐτῷ, ἑτοίμως ἂν παρεδέξατο. Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. Οἶδε μόνον ὄντα καρδιῶν ἐρευνητὴν τὸν Θεὸν, οὐδενὶ δὲ ἑτέρῳ τῶν ἀνθρώπων δίδωσιν ἐξεπίστασθαι νοῦν, τὸ ἐν ψαλμοῖς ἐκεῖνο κατὰ τὸ εἰκὸς ἐνθυμούμενος "Ἐτάζων καρδίας "καὶ νεφροὺς ὁ Θεός." ὡς γὰρ οὐδενὶ τῶν ἄλλων προσὸν, μόνῃ τῇ θείᾳ φύσει καὶ τοῦτο ἐξαίρετον ὁ μελῳδὸς ἀνατέθεικεν. οὐκοῦν ἐν ἀφθόγγοις ἔτι ψιθυρισμοῖς τὴν ὑπόνοιαν αὐτῷ στρεφομένην κατὰ τὸν νοῦν ἐπείπερ ἔγνω θεωροῦντα τὸν Κύριον, διδάσκαλον μὲν εὐθὺς ἀποκαλεῖ, προθύμως ἤδη τὴν ὑπ' αὐτῷ μαθητείαν εἰσβαίνων, Θεοῦ δὲ Υἱὸν ὁμολογεῖ καὶ βασιλέα τοῦ Ἰσραὴλ, ᾧπερ ἂν ἐνυπάρχοι τὰ τῆς θεότητος ἴδια, τοῦτον εἶναι πάντως καὶ κατὰ φύσιν Θεὸν εὐπαιδεύτως διαβεβαιούμενος. Ὅτι εἶπόν σοι ὅτι Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. Ἀσφαλέστερος ἔσῃ πρὸς πίστιν, φησὶν, ὅταν ἴδῃς τὰ