Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.205
Not analysed yet
ἀνέδειξε τοῦ πρώτου βελτίονα· "Τὸ γὰρ γράμμα ἀποκτένει, "τὸ δὲ πνεῦμα ζωοποιεῖ·" καὶ ὁ μὲν νόμος οὐκ ἔχει τὸ τέλειον ἐν ἀγαθοῖς· τὰ δὲ θεῖα τῆς εὐαγγελικῆς διδασκαλίας παιδεύματα, πληρεστάτην εἰσφέρει τὴν εὐλογίαν. θαυμάζει δὲ τὸν οἶνον τὸν νέον ὁ ἀρχιτρίκλινος· ἕκαστος γὰρ, οἶμαι, τῶν εἰς τὴν θείαν ἱερωσύνην κατατεταγμένων καὶ πεπιστευμένων τὸν οἶκον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν ὑπὲρ νόμον αὐτοῦ καταπλήττεται λόγον. πρώτῳ δὲ αὐτῷ κελεύει δοθῆναι Χριστὸς, ὅτι κατὰ τὴν τοῦ Παύλου φωνήν "Τὸν "κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμ"βάνειν," καὶ νοείτω πάλιν ὁ ἀκροατὴς, ὃ λέγω. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους. Ἐξελέγχονται πάλιν καὶ διὰ τούτων Ἰουδαῖοι τῶν δοθέντων αὐτοῖς ὑπερφρονοῦντες νόμων, καὶ γραμμάτων μὲν Μωυσαϊκῶν οὐδένα ποιούμενοι λόγον, εἰς μόνην δὲ βλέποντες τὴν φιλοκερδίαν. προκαθαίρεσθαι γὰρ κατὰ ποικίλους τρόπους τοῦ νόμου κελεύοντος τοὺς οἵπερ ἔμελλον εἰς τὸν θεῖον ἀναβήσεσθαι ναὸν, ἀργυραμοιβοὺς ἤτοι κερματιστὰς, καὶ ἑτέρους ἐπὶ τούτοις, οἷς πλεονεξία τὸ ἐπιτήδευμα καὶ τόκος καὶ πλεονασμὸς ἐν ἐπιθυμίαις· ὅλος γὰρ ἐν τούτοις ὁ τῶν ἐμπόρων σκοπὸς συντείνεται· τὴν ἁγίαν καταμολύναντας οὐκ ἀπεῖργον αὐλὴν, ἀνίπτοις δὲ ὥσπερ εἰς αὐτὴν εἰσιέναι ποσὶ καὶ αὐτοὶ δὴ πάντως ἐπέταττον οἱ διακωλύειν ἰσχύοντες· ἵνα δὴ φαίνηται λέγων ἀληθῆ περὶ αὐτῶν ὁ Θεὸς ὅτι "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμό"λυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς "ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας." διεφ-