Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.206
Not analysed yet
θάρη γὰρ ὄντως ὁ δεσποτικὸς ἀμπελὼν, σέβας μὲν αὐτὸ τὸ περὶ τὸ θεῖον πατεῖν διδασκόμενος, ταῖς δὲ τῶν προεστηκότων αἰσχροκερδίαις εἰς πᾶσαν ἀπαιδευσίαν ἀποχερσούμενος. Καὶ ποιήσας ὡς φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. Ἀγανακτεῖ μὲν εἰκότως ἐπὶ ταῖς τῶν Ἰουδαίων ἀπονοίαις ὁ Σωτήρ· οὐ γὰρ οἶκον ἐμπορίου τὸν θεῖον ἐχρῆν ἀποτελεῖσθαι ναὸν, ἀλλ' οἶκον εὐχῆς· οὕτω γὰρ γέγραπται. δεικνύει δὲ οὐκ ἐν ψιλοῖς τὸ κίνημα λόγοις, ἀλλὰ πληγαῖς καὶ μάστιγι τῶν ἱερῶν ἐξωθεῖ περιβόλων, δουλοπρεπῆ δικαίως αὐτοῖς ἐπινοήσας τὴν τιμωρίαν· οὐ γὰρ ἔμελλον ὑποδέξασθαι τὸν ἐλευθεροῦντα διὰ πίστεως Υἱόν. ὅρα δέ μοι καλῶς ὡς ἐν εἰκόνι πραγμάτων καταγραφόμενον τὸ διὰ τοῦ Παύλου λεγόμενον "Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρῃ, "φθερεῖ τοῦτον ὁ Θεός." Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. Ἐπιτάττει μὲν ὡς δεσπότης, χειραγωγεῖ δὲ πρὸς τὸ πρέπον ὡς διδάσκαλος, παρατίθησί τε τῇ κολάσει τὴν τῶν πταισμάτων ἐξήγησιν, αἰδοῖ τῇ περὶ αὐτὰ χαλεπαίνειν οὐκ ἐῶν τὸν ἐπιτιμώμενον. σημειωτέον δὲ ὅτι πάλιν οἰκεῖον ἀποκαλεῖ Πατέρα μοναδικῶς τὸν Θεὸν, ὡς αὐτὸς δὴ καὶ μόνος κατὰ φύσιν ὑπάρχων ἐξ αὐτοῦ καὶ γεγεννημένος ἀληθῶς. εἰ γὰρ μὴ τοῦτον ἔχει τὸν τρόπον, ἔστι δὲ ὄντως μεθ' ἡμῶν ὁ Λόγος υἱὸς, ὡς εἷς ἐξ ἡμῶν, κατὰ θέσιν δη-