Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.208
Not analysed yet
αὐτά· συνανέκειντο γὰρ τοῖς ἑστιωμένοις οἱ ἅγιοι μαθηταί· καὶ τῆς θείας καὶ πνευματικῆς συμμεθέξουσιν ἑορτῆς, καθὰ καὶ αὐτός που φησίν "Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ "δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἁβραὰμ καὶ "Ἰσαὰκ καὶ Ἰακὼβ," οὐδενὸς αὐτοῖς εἰς θυμηδίαν ἐλλείποντος· "Εὐφροσύνη γὰρ αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν." τοὺς δὲ ἀπειθήσαντας Ἰουδαίους τόπων μὲν τῶν ἁγίων ἐκβαλεῖ, ἔξω δὲ θήσει τῆς ἱερᾶς τῶν ἁγίων περιβολῆς· ἀλλὰ καὶ προσάγοντας τὰ εἰς θυσίαν οὐ προσδέξεται· κολάσει δὲ μᾶλλον καὶ μάστιγι ὑποθήσει, σειραῖς τῶν οἰκείων πλημμελημάτων κατεσφιγμένους. ἄκουε γὰρ λέγοντος "Ἄρατε "ταῦτα ἐντεῦθεν," ἵνα πάλιν ἐκεῖνα νοῇς, ἃ δὴ καὶ πάλαι διὰ φωνῆς τοῦ προφήτου φησὶν Ἡσαΐου "Ὁλοκαυτωμάτων "κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ "βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε "ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ "προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, "βδέλυγμά μοι ἐστί· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα "καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν "καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς "πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν." ὅπερ ἄριστα διὰ τύπου σημαίνει τὸ ἐκ σχοινίων αὐτοῖς ἐπινοήσας φραγέλλιον· κολάσεως γὰρ σημεῖον αἱ μάστιγες.