Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.209
Not analysed yet
Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. Ἐρανίζονται κατὰ βραχὺ τὸ ἐν γνώσει τέλειον οἱ μαθηταὶ καὶ, ταῖς τῶν πραγμάτων ἐκβάσεσι τὰ γεγραμμένα συμβάλλοντες, πολλὴν ἤδη δεικνύουσι τὴν ἐπὶ τὸ μεῖζον ἐπίδοσιν. Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; Καταπλήττεται τῆς ἐξουσίας τὸ ξένον ἡ τῶν Ἰουδαίων πληθὺς, δυσφοροῦσι δὲ λίαν οἱ τῷ ναῷ προσεδρεύοντες, κερδῶν οὐκ εὐαριθμήτων ἀποστερούμενοι. καὶ διελέγχειν μὲν οὐκ ἔχουσιν, ὡς οὐκ ἄριστα λέγοι, μὴ δεῖν ἐμπορίας οἶκον τὸν θεῖον ἀναδείκνυσθαι ναὸν ἐπιτάττων· ὑπερθέσεις δὲ πάλιν τῇ τῶν ἐμπόρων φυγῇ πραγματεύονται, τὸ μὴ προχείρως χρῆναι ὑπείκειν αὐτῷ προφασιζόμενοι, μήτε μὴν ἀπερισκέπτως εἰς Υἱὸν παραδέξασθαι τοῦ Θεοῦ τὸν ὑπ' οὐδενὸς σημείου μαρτυρούμενον. Λύσατε τὸν ναὸν τοῦτον. Τοῖς ἐξ ἀγαθῆς προαιρέσεως αἰτοῦσι τὰ ἀγαθὰ καὶ λίαν ἑτοίμως ὀρέγει Θεός· τοῖς δὲ προσιοῦσι πειραστικῶς, οὐχ ὅπως ἀρνεῖται μόνον τὴν ἐφ' οἷς ἂν αἰτῶσι φιλοτιμίαν, ἀλλὰ καὶ τὸ τῆς πονηρίας ἔγκλημα περιτίθησιν. οὕτως αἰτοῦντας σημεῖον τοὺς Φαρισαίους ἐν ἑτέροις τῶν εὐαγγελίων τόποις ἤλεγξεν εἰπὼν ὁ Σωτήρ "Γενεὰ πονηρὰ καὶ "μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ "εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· ὥσπερ γὰρ ἦν