Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.210
Not analysed yet
"Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς "νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ "τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." ὅπερ οὖν ἐκείνοις ἔφη, τοῦτο καὶ τούτοις μετ' ὀλίγης ἐξαλλαγῆς· αἰτοῦσι γὰρ, ὡς ἐκεῖνοι, πειράζοντες. οὐκ ἂν δὲ ὅλως τοῖς οὕτως ἔχουσι γνώμης οὐδὲ τοῦτο δέδοτο τὸ σημεῖον, εἰ μὴ πάντως ἔδει γενέσθαι διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν. Ἰστέον δὲ ὅτι ταύτην αὐτῷ τῆς κατηγορίας τὴν πρόφασιν ἐποιήσαντο, λέγοντες ἐπὶ Ποντίου Πιλάτου διεψευσμένως, ὅπερ οὐκ ἤκουσαν· "Οὗτος γὰρ ἔφη, φασί Δύναμαι κατα"λῦσαι τὸν ναὸν τοῦ Θεοῦ." διὸ δὴ καὶ ἐπ' αὐτοῖς ἐν προφήταις ἔφασκεν ὁ Χριστός "Ἀναστάντες μοι μάρτυρες "ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐρώτων με·" καὶ πάλιν "Ὅτι "ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία "ἑαυτῇ." οὐ προτρέπει δὲ αὐτοὺς εἰς μιαιφονίαν Λύσατε τὸν ναὸν τοῦτον εἰπών· ἀλλ' ἐπείπερ ᾔδει δράσοντας ἀνυπερθέτως, αὐτὸ τὸ συμβήσεσθαι μέλλον ἠθικῶς ὑπαινίττεται. Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Διαγελῶσι τὸ σημεῖον, οὐ συνιέντες τοῦ μυστηρίου τὸ βάθος, ἁρπάζουσι δὲ τῆς ἑαυτῶν ἀμαθίας τὴν νόσον εἰς εὔλογον ἀφορμὴν τοῦ μὴ ὑπακούειν αὐτῷ, καὶ τὴν ἀπὸ τοῦ πράγματος ἐννοοῦντες δυσχέρειαν, ὡς εἰκαιολόγῳ μᾶλλον ἤπερ τι τῶν ἐφικτῶν ὑπισχνουμένῳ προσεσχήκασιν, ἵνα φαίνηται τὸ γεγραμμένον ἐπ' αὐτοῖς ἀληθές "Σκοτισθή"τωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον "αὐτῶν διὰ παντὸς σύγκαψον," ἵνα τρόπον τινὰ κάτω