Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.212
Not analysed yet
Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὖν ἠγέρθη ἐκ τῶν νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς. Εὐπαράδεκτος τῷ σοφῷ τῆς σοφίας ὁ λόγος· ἐνιζάνει δὲ τῶν μαθημάτων ἡ γνῶσις τοῖς συνετοῖς εὐπετέστερον, καὶ ὥσπερ ἐν κηρῷ μὴ λίαν ἀπεσκληκότι, καλῶς ἐγγράφεται τῶν σημάντρων ὁ τύπος, οὕτως ἐν τρυφερωτέραις καρδίαις ἀνθρώπων ὁ θεῖος ἑτοίμως ἐμπήγνυται λόγος· διὰ τοῦτο, καὶ πονηρὸς ὁ σκληροκάρδιος ὀνομάζεται. σοφοῦνται τοίνυν ἀγαθοὶ τὴν ἕξιν ὄντες οἱ μαθηταὶ, καὶ τοὺς ἀπὸ τῆς θείας γραφῆς ἀναμασῶνται λόγους, εἰς ἀκριβεστέραν ἑαυτοὺς ἐκτρέφοντες γνῶσιν, καὶ πεπηγότως ἐντεῦθεν ἐπὶ τὸ πιστεύειν ἐρχόμενοι. ἐπειδὴ καὶ ναὸς ἐπεκλήθη τὸ σῶμα Χριστοῦ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ ἐνοικῶν αὐτῷ Μονογενὴς Λόγος, εἴπερ οὐκ ἐνδέχεται κατοικεῖν ἐν ναῷ λέγεσθαι τὸν οὐκ ὄντα Θεόν; ἢ λεγέτω παρελθών τις εἰς μέσον, τίνος ποτὲ τῶν ἁγίων ναὸς ἀπεκλήθη τὸ σῶμα· ἀλλ' οὐκ ἂν οἶμαί τις ἐπιδεῖξαι τὸ εἰρημένον· φημὶ δὴ λοιπὸν, ὃ δὴ καὶ ὑπάρχον εὑρήσομεν ἀληθὲς, ἀκριβῶς τὴν θείαν ἀνερευνῶντες γραφὴν, ὡς οὐδενὶ τῶν ἁγίων ἡ τοιαύτη προσῆπται τιμή. καὶ γοῦν ὁ μακάριος Βαπτιστὴς, καίτοι πάσης μὲν ἀρετῆς εἰς ἀκρότητα βεβηκὼς, μηδενὶ δὲ πρὸς εὐσέβειαν ἐπιτρέψας ἔχειν τὸ μεῖζον, διὰ τῆς Ἡρώδου μανίας τὴν κεφαλὴν ἀπετέμνετο, ἀλλ' οὐδὲν ἐπ' αὐτῷ φέρεται τοιοῦτον. ἐκ δὲ τῶν ἐναντίων, καὶ παχυτέραν ἐπὶ τοῦ λειψάνου τὴν λέξιν ἐπενόησεν ὁ εὐαγγελιστὴς, οἰκονομικῶς, ὥς γε μοι φαίνεται καὶ τοῦτο εἰπὼν, ἵνα μόνῳ σώζηται τῷ Χριστῷ τὸ ἀξίωμα.