Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.213
Not analysed yet
γράφει δὲ οὕτως· καὶ πέμψας, φησὶν, ὁ μιαιφόνος· Ἡρώδης δηλαδή· τὸν Ἰωάννην "ἀπεκεφάλισεν ἐν τῇ φυλακῇ· καὶ "προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα αὐτοῦ·" εἰ δὲ πτῶμα τὸ Ἰωάννου καλεῖται σῶμα, τὸ τίνος ἔσται ναός; καθ' ἕτερον ὄντος λόγον τοῦ ναοὺς ἡμᾶς εἰρῆσθαι Θεοῦ, διὰ τὸ ἐνοικοῦν ἐν ἡμῖν Ἅγιον Πνεῦμα· Θεοῦ γὰρ πάλιν, καὶ οὐχ ἑαυτῶν, χρηματίζομεν ναοί. Ἀλλ' ἴσως ἐρεῖ τις Πῶς οὖν εἰπέ μοι καὶ αὐτὸς ὁ Σωτὴρ τὸ ἴδιον σῶμα, πτῶμα καλεῖ; "Ὅπου γὰρ, φησὶν, ἐὰν ᾖ "τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί." πρὸς δὴ καὶ τοῦτό φαμεν, ὡς οὐ περὶ τοῦ ἰδίου σώματος ἔφη ταῦτα Χριστὸς, ἀλλ' ὡς ἐν τρόπῳ παραβολῆς καὶ σχήματι τὴν ἐσομένην τῶν ἁγίων ἐπ' αὐτὸν συνδρομὴν κατ' ἐκεῖνο σημαίνει καιροῦ, ὅταν αὖθις ἡμῖν ἐξ οὐρανῶν ἐπιφαίνηται μετὰ τῶν ἁγίων ἀγγέλων "ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ·" ὅνπερ γὰρ, φησὶ, τρόπον αἱ τῶν κρεοφάγων ὀρνέων ἀγέλαι ἐπὶ τὰ πίπτοντα τῶν σωμάτων ὀξεῖ καταφέρονται ῥοίζῳ, οὕτω καὶ ὑμεῖς ἐπ' ἐμὲ συναχθήσεσθε. ὃ δὴ καὶ Παῦλος ἡμῖν ἀπεγύμνου λέγων "Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθή"σονται ἄφθαρτοι·" καὶ μὴν καὶ ἑτέρωθι, καὶ "ἡμεῖς ἐν "νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς "ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." ἀδικήσει τοιγαροῦν οὐδὲν τὸ ἐξ ὁμοιώσεως εἰς εἰκόνα ληφθὲν τῆς ἀληθείας τὴν δύναμιν. Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Οὐ καταλήγει διασώζων καὶ ὠφελῶν ὁ Χριστός. τοὺς μὲν γὰρ σοφοῖς ἐπάγεται λόγοις, τοὺς δὲ καὶ δυνάμει