Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.214
Not analysed yet
καταπλήττων θεοπρεπεῖ, σαγηνεύει πρὸς πίστιν, ἐξ ὧν ἐνεργοῦντα τεθέανται, κατανεύειν ἀναπεπεισμένους ὅτι περ ὄντως ὑπάρχοι Θεὸς ὁ τῶν οὕτως ἀξιαγάστων δημιουργός. Αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Οὐκ ἀσφαλὴς ἡ γνώμη τῶν ἄρτι πεπιστευκότων, ἀλλ' οὐδὲ ἱδρυμένος ὁ νοῦς ἐπὶ νεαροῖς τοῖς θαύμασι· καὶ οἱ τρόπον τινὰ χλωρὸν ἔτι τὸν τῆς κατηχήσεως ἔχοντες λόγον, πῶς ἂν εἶεν ἤδη πεπηγότες εἰς εὐλάβειαν; οὔπω τοιγαροῦν τοῖς νεήλυσιν ἑαυτὸν ἐπιτρέπει Χριστὸς, χρῆμά τι μέγα καὶ ἀξιεραστότατον ἐπιδεικνὺς τὴν εἰς Θεὸν γνησιότητα, καὶ οὐχ ἑτοίμως προκεῖσθαι τοῖς ἐθέλουσιν ἑλεῖν, ἀλλ' ἐφέσει τῇ εἰς ἀγαθὸν καὶ μελέτῃ καὶ χρόνῳ κατορθουμένην. Μανθανέτωσαν διὰ τούτων οἱ τῶν τοῦ Σωτῆρος μυστηρίων ταμίαι, μὴ πρόωρον τῶν ἱερῶν καταπετασμάτων εἴσω ποιεῖσθαι τὸν ἄνθρωπον, μηδὲ νεοφύτους ταῖς θείαις ἐπιτρέπειν προσιέναι τραπέζαις ἀωρὶ βαπτιζομένους τινὰς, καὶ οὐκ ἐν καιρῷ τὸν ἁπάντων Δεσπότην πιστευομένους Χριστόν. ἵνα γὰρ τύπος ἡμῖν κἀν τούτῳ γένηται, καὶ διδάξῃ τίνι μᾶλλόν ἐστι τὸ μυεῖσθαι πρεπωδέστερον, δέχεται μὲν τοὺς πιστεύοντας, οὔπω δὲ αὐτοῖς ἐπιθαρσήσας ὁρᾶται, διὰ τοῦ μὴ πιστεύειν αὐτόν· ὡς εἶναι δῆλον ἐντεῦθεν, ὅτι χρὴ τοὺς νεήλυδας οὐ μικρὸν ἐν κατηχήσει τρίβεσθαι χρόνον· οὕτω γὰρ ἂν μόλις γένοιντο πιστοί.