Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.216
Not analysed yet
ἵνα τοίνυν Θεὸν ὄντα κατὰ φύσιν ἐπιγινώσκωμεν τὸν Υἱὸν, ἀναγκαίως φησὶν ὁ Εὐαγγελιστής Ὅτι χρείαν οὐκ εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ἦν δὲ ἄνθρωπος ἐκ τῶν φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ. Ἑτοιμότερος μὲν ὁ Νικόδημος περὶ τὸ πιστεύειν ἐστὶν, αἰδοῖ δὲ οὐκ ἀγαθῇ νικώμενος, δόξης τε ἅμα τῆς ἐν ἀνθρώποις οὐ περιορῶν, παραιτεῖται τὴν παῤῥησίαν, μερίζεται δὲ τὴν γνώμην ἐπ' ἄμφω, καὶ χωλεύει τὴν προαίρεσιν, ἐπὶ δισσαῖς δὲ, ὡς γέγραπται, ταῖς ἰγνύαις ἀσθενεῖ, τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις εἰς τὸ χρῆναι πιστεύειν συνωθούμενος διὰ τὴν τῶν θαυμάτων ὑπερβολὴν, τῆς δὲ τοῦ ἔθνους ἡγεμονίας οὐ φορητὴν ἡγούμενος τὴν ζημίαν· ἦν γὰρ ἄρχων τῶν Ἰουδαίων. οἰηθεὶς δὲ δύνασθαι καὶ τὴν παρ' ἐκείνοις ἀνασώζεσθαι δόξαν καὶ λεληθότως εἶναι πιστὸς, ἔρχεται πρὸς τὸν Ἰησοῦν, συνεργάτην τῷ σκέμματι τὸν ἀπὸ τῆς νυκτὸς ποιησάμενος σκότον, καὶ τῷ κεκρυμμένως ἐλθεῖν ἐπὶ διπλῇ τῇ γνώμῃ κατηγορούμενος. Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ. Ἐν τούτοις ᾠήθη τοῖς λόγοις ὁλόκληρον ἔχειν δύνασθαι τὴν εὐσέβειαν, καὶ ἀρκέσειν αὐτῷ πρὸς σωτηρίαν ὑπολαμ-