Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.217
Not analysed yet
βάνει τὸ θαυμάσαι μόνον τὰ οἷς θαυμάζεσθαι πρέπει· ἕτερον δὲ οὐδὲν ἐπὶ τούτοις ἐπιζητεῖ. διδάσκαλον δὲ παρὰ Θεοῦ, καὶ παρ' αὐτοῦ συνεργούμενον ὀνομάζων αὐτὸν, οὔπω κατὰ φύσιν οἶδεν ὄντα Θεὸν, οὐδὲ συνίησι δηλονότι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, ἔτι δὲ ὡς ἀνθρώπῳ πρόσεισι γυμνῷ, καὶ μικρὰν ἐπ' αὐτῷ τὴν διάληψιν ἔχει. Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν ὁ Νικόδημος. Οὐκ ἐφ' οἷς ᾠήθης, φησὶν, ὦ Νικόδημε, τὸ πιστεύειν ἐστίν. οὐκ ἀρκεῖ σοι λόγος εἰς δικαιοσύνην, οὐδὲ ἐν ψιλοῖς κατορθώσεις ῥήμασι τὴν εὐσέβειαν. "Οὐ γὰρ πᾶς ὁ λέγων μοι "Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, "ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς "οὐρανοῖς." θέλημα δὲ τοῦ Πατρὸς, μέτοχον μὲν τοῦ Ἁγίου Πνεύματος ἀναδειχθῆναι τὸν ἄνθρωπον, εἰς δὲ ἀσυνήθη καὶ ξένην ἀναγεννηθέντα ζωὴν καὶ οὐρανοῦ χρηματίσαι πολίτην τὸν ἀπὸ τῆς γῆς. ἄνωθεν δὲ λέγων τὴν διὰ τοῦ Πνεύματος ἀναγέννησιν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχον τὸ Πνεῦμα δεικνύει σαφῶς, ὥσπερ ἀμέλει καὶ αὐτὸς περὶ ἑαυτοῦ που φησίν "Ἐγὼ ἐκ τῶν ἄνω εἰμί·" καὶ ὁ σοφώτατος δὲ περὶ αὐτοῦ πάλιν φησὶν Εὐαγγελιστής "Ὁ ἄνωθεν "ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Ὅτι δὲ πάντως ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμά ἐστιν ἐν οἰκείῳ πλατύτερον ἐροῦμεν καιρῷ.