Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.222
Not analysed yet
διδάσκειν ἑτέρους. εἰ δὲ ὁ παιδεύων ἐν τούτοις, ἐν τίσιν ὁ παιδευόμενος, οὐχ ὑπεραίροντος μαθητοῦ τοῦ διδασκάλου τὸ μέτρον, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; "Οὐκ ἔστι" γὰρ, φησὶ, "μαθητὴς ὑπὲρ τὸν διδάσκαλον." ἐπειδὴ δὲ οὕτως ἦσαν ἀμαθεῖς, ἀψευδήσει μὲν ὁ Χριστὸς τάφοις αὐτοὺς κεκονιαμένοις ἐξομοιῶν· ἀστειότατα δὲ καὶ ὁ Παῦλος ἐρεῖ πρὸς τὸν τῶν Ἰουδαίων ἡγούμενον "Τύπτειν σε μέλλει ὁ "Θεὸς, τοῖχε κεκονιαμένε." Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν. Ἀφιλομαθῆ καὶ λίαν ἀπαίδευτον εὑρίσκει τὸν ἄνθρωπον, καὶ διὰ πολλὴν παχύτητα νοῦ, πρὸς τὴν τῶν θείων δογμάτων κατάληψιν οὐδαμόθεν ἔτι χειραγωγεῖσθαι δυνάμενον, καίτοι μακροῦ καὶ διὰ ποικίλων παραδειγμάτων δαπανηθέντος λόγου. ὅθεν εἰκότως τὸ δι' ἀκριβείας ἐξηγεῖσθαι παρεὶς, ἀπεριεργάστῳ λοιπὸν τῇ πίστει συμβουλεύει χρῆναι λαβεῖν, ὃ νοεῖν οὐ δύναται· μαρτυρεῖ δὲ αὐτὸς εἰδέναι σαφῶς, ὃ λέγει, τῇ τοῦ προσώπου περιφανείᾳ τὸ ἀντιλέγειν ἔτι δεικνύων ἐπισφαλέστατον. οὐ γὰρ ἦν εἰκὸς ἐπιλελῆσθαι Νικόδημον, ὃς εἰδέναι διισχυρίσατο περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι παρὰ Θεοῦ ἐλήλυθε διδάσκαλος· τὸ δὲ ἀντιτείνειν τῷ παρὰ Θεοῦ καὶ Θεῷ, πῶς οὐκ ἂν γένοιτο κινδύνου μεστόν; θεομαχία γὰρ ἤδη τὸ πρᾶγμα φαίνεται. πλὴν ἰστέον ἐντεῦθεν ἡμῖν, οἵπερ ἂν ἔχοιμεν τοῦ διδάσκειν τὴν ἐξουσίαν, ὅτι τοῖς ἀρτίον ἐπὶ τὸ πιστεύειν ἰοῦσιν ἀμείνων ἡ πίστις ἐν ἁπλοῖς λογισμοῖς, ἢ βαθύς τις λόγος καὶ περιεργοτέρα μᾶλλον ἐξήγησις. γάλακτι δὲ καὶ ὁ Παῦλος ἐπότιζέ τινας, οὔπω δυναμένους τῶν στερεωτέρων μετίσχειν βρω-