Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.221
Not analysed yet
τοῦ μυστηρίου τὸν τύπον, καὶ φησί Τὸ πνεῦμα τουτὶ τὸ ἐγκόσμιόν τε καὶ ἐναέριον περιπνεῖ μὲν ὅλην τὴν οἰκουμένην, καὶ ὅποιπερ ἂν βούληται διαδραμὸν, κτύπῳ μόνῳ παρὸν σημαίνεται, καὶ διαλανθάνει μὲν τὸν ἁπάντων ὀφθαλμὸν, αὔραις δὲ τοῖς σώμασι λεπτοτάταις προσομιλοῦν, αἴσθησίν τινα τῆς ἐνούσης αὐτῷ φυσικῆς ἐνεργείας ἐνίησιν· οὕτω μοι νόει, φησὶ, καὶ τὴν διὰ Πνεύματος ἀναγέννησιν, ἐκ μικρῶν παραδειγμάτων ἐπὶ τὰ μείζω χειραγωγούμενος, καὶ καθάπερ ἐν εἰκόνι τῷ παροισθέντι λόγῳ τὰ ὑπὲρ αἴσθησιν ἐννοῶν. Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ. Οὐδὲν ὁ μακρὸς ὠφέλησε λόγος τὸν οὐ νοοῦντα μηδέν. σοφὸν οὖν ἄρα τὸ ἐν βίβλῳ παροιμιῶν εἰρημένον "Εἰς ὦτα "ἀκουόντων" λάλει· καὶ τοῦτο διὰ πείρας ἀληθὲς ὂν ἔδειξεν ὁ Σωτὴρ, τύπον ἡμῖν ἑαυτὸν κἀν τούτῳ διδούς. ἔξω δὲ πάντως τῆς ἐπὶ τῷ μὴ δύνασθαι πείθειν αἰτίας ὁ διδάσκων κείσεται, λέγων μὲν αὐτὸς ἅπερ ἂν ἔχειν οἴηται καλῶς, ὠφελῶν δὲ μηδὲν διὰ τὸ τῶν ἀκροωμένων δυσμαθές. ἄλλως τε καὶ διὰ τούτου μανθάνομεν, "ὅτι πώρωσις ἀπὸ μέρους "γέγονεν τῷ Ἰσραήλ." ἀκοῇ γὰρ ἀκούοντες, οὐ συνιᾶσιν. Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; Ἐξ ἑνὸς ἅπαντας ἐλέγχει ὁ Χριστὸς, ὀνόματι μὲν τῷ διδασκαλικῷ περιηνθισμένους, καὶ νομομαθείας ὑπόληψιν ἠμφιεσμένους γυμνὴν, ἀπαιδευσίας δὲ ἀνάπλεων φοροῦντας τὸν νοῦν, καὶ συνιέναι δυναμένους οὐδὲν τῶν ὅσαπερ αὐτοὺς οὐχ ὅπως ἐχρῆν ἐξεπίστασθαι μόνον, ἀλλ' ἤδη δύνασθαι καὶ