Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.224
Not analysed yet
Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσητε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Μάθημα, φησὶν, τὴν ἀνθρώποις πρέπουσαν οὐκ ἀναβαῖνον σύνεσιν, ἐξ ἀμέτρου λοιπὸν ἀλογίας οὐ παρεδέξασθε, καὶ πῶς ἂν ὑμῖν ἐξηγησαίμην τὰ θειότερα; οἱ δὲ ἐν τοῖς καθ' ἑαυτοὺς ἀμαθέστατοι, πῶς ἂν εἶεν ἐν τοῖς ὑπεραίρουσι σοφοί; καὶ οἱ πρὸς τὸ ἔλαττον ἀτονήσαντες, πῶς οὐκ ἂν ἔχοιεν τὸ μεῖζον ἀφόρητον; καὶ εἰ μὴ μόνῳ, φησὶν, ἐμοὶ πιστεύετε λέγοντι, πολλοὺς δὲ ἐφ' ἑκάστῳ ζητεῖτε τοὺς μάρτυρας, τίνα παροίσω τῶν οὐρανίων ὑμῖν μυστηρίων τὸν θεωρόν; οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου. τοῦ δὲ Θεοῦ Λόγου καταβεβηκότος ἐξ οὐρανοῦ, τὸν Υἱὸν τοῦ ἀνθρώπου καταβῆναί φησι, διχάζεσθαι μετὰ τὴν ἐνανθρώπησιν εἰς δύο πρόσωπα παραιτούμενος, καὶ οὐκ ἐπιτρέπων τισὶν, ἕτερον μὲν εἶναι λέγειν υἱὸν τὸν ἐκ παρθένου διὰ τὴν χρείαν ληφθέντα ναὸν, ἕτερον δὲ πάλιν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, πλὴν ὅσον εἰς τὸν ἑκάστῳ πρέποντα κατὰ φύσιν διορισμόν. ὥσπερ γάρ ἐστιν ἐκ Θεοῦ Λόγος, οὕτω καὶ ἄνθρωπος ἐκ γυναικὸς, εἷς δὲ λοιπὸν ἐξ ἀμφοῖν ὁ Χριστὸς, ἀδιαίρετος εἰς υἱότητα καὶ εἰς δόξαν θεοπρεπῆ· ἐπεὶ κατὰ τίνα τρόπον ὡς ἴδια περιτίθησι τῷ ἐκ τῆς παρθένου ναῷ, τὰ γυμνῷ καὶ μόνῳ πρέποντα τῷ Λόγῳ, ἰδιοποιεῖται δὲ πάλιν αὐτὸς τὰ μόνῃ πρέποντα τῇ σαρκί; νῦν μὲν γὰρ ἐξ οὐρανοῦ καταβεβηκέναι φησὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου· φοβεῖται δὲ καὶ πτοεῖται καὶ ἀδημονεῖ κατὰ τὸν τοῦ πάθους καιρὸν, καὶ ὡς αὐτὸς παθὼν ἀναγέγραπται τὰ μόνῃ τῇ ἀνθρωπότητι πρέποντα πάθη.