Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.225
Not analysed yet
Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ἀπολογησάμενος ἀρκούντως, καὶ τὴν αἰτίαν αὐτῷ παραθεὶς, δι' ἣν οὐκ εἰς ἄμετρόν τι καὶ ὑπερφυὲς ὁ τῆς πρὸς αὐτὸν διδασκαλίας ἀνατρέχει λόγος, καταβαίνει δὲ πάλιν ἐπὶ τὰ διὰ Μωυσέως τυπικῶς ἄνωθεν γεγενημένα, χειραγωγίαις μᾶλλον αὐτὸν ταῖς διὰ σχημάτων μόλις δύνασθαι πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἢ πνευματικαῖς ἀκριβολογίαις, ἐξεπιστάμενος. δεῖν δὲ δὴ πάντως αὐτὸν ὑψωθῆναί φησιν, ὡς τὸν ὄφιν τὸν διὰ Μωυσέως, ἀναγκαιοτάτην ἐπιδεικνὺς τῆς ἱστορίας τὴν βάσανον, καὶ μονονουχὶ πάλιν ἐκεῖνο λέγων πρὸς τὸν νοοῦντα μηδέν "Ἐρευνᾶτε τὰς "γραφὰς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ." ὄφεις μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ ἐπεπήδων κατὰ τὴν ἔρημον, οἱ δὲ ἀσταχύων πίπτοντες δίκην, καὶ πρὸς τὸν ἀδοκήτως ἐπισκήψαντα κίνδυνον οὐ μετρίως ἀσχάλλοντες, οἰκτροτάτας ἀφιέντες φωνὰς τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σωτηρίαν ἐκάλουν. ὁ δὲ ἐπείπερ ἦν ἀγαθός τε καὶ φιλοικτίρμων, ὡς Θεὸς, ὄφιν αὐτοῖς ἀναστῆσαι χαλκοῦν κελεύει Μωυσέα· καὶ δὴ καὶ ἐν αὐτῷ προμελετᾶν ἐπιτάττει τὴν διὰ πίστεως σωτηρίαν. ἦν γὰρ τῷ δηχθέντι τὸ φάρμακον, τὸ εἰς πρόσωπον ἰδεῖν τοῦ κειμένου, καὶ τὴν ἐπὶ τοῖς ἐσχάτοις ἀπαλλαγὴν ἡ πίστις μετὰ τῆς θέας τοῖς ὁρῶσιν ἐπραγματεύετο. τὰ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις· ὅλον δὲ πάλιν, ὡς ἐν τύπῳ τῷ πράγματι, τὸ τῆς ἐνανθρωπήσεως καταγράφει μυστήριον. ὄφις μὲν γὰρ τὴν πικρὰν καὶ ἀνθρωποκτόνον ἁμαρτίαν σημαίνει, ἣ καὶ σύμπαν τὸ ἐπὶ τῆς γῆς κατεβόσκετο γένος, πολυ-