Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.235
Not analysed yet
καταπτοοῦνται λίαν ἐπὶ τοῖς Ἰωάννου μειονεκτήμασιν, αἰδοῖ δὲ καὶ θαύματι τὸν ἐξ ἀγάπης κεράσαντες λόγον, ἀξιοῦσιν ἤδη μαθεῖν, ὅτου δὴ χάριν ὁ ταῖς παρ' αὐτοῦ μεμαρτυρημένος φωναῖς, φθάνει μὲν αὐτὸν ἐν εὐκλείαις, προπηδᾷ δὲ τῇ χάριτι, καὶ σαγηνεύει βαπτίζων οὐ μέρος τῆς ἁπάσης πληθύος Ἰουδαϊκῆς, ἀλλ' ἤδη καὶ πάντας. ἐποιοῦντο δὲ κατὰ τὸ εἰκὸς οὐκ ἀθεεὶ τὴν ζήτησιν· καλεῖ γὰρ ἐντεῦθεν ὁ βαπτιστὴς εἰς ἀκριβῆ καὶ μακρὰν περὶ τοῦ Σωτῆρος ἐξήγησιν, καὶ διαφανεστάτην τῶν βαπτισμάτων εἰσφέρει τὴν διαφοράν. Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Οὐδέν φησιν ἐν ἀνθρώποις ἀγαθὸν, ὃ μὴ πάντως εἶναι δεῖ καὶ θεόσδοτον. "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" ἀκούειν ἂν πρέποι τῇ κτίσει. χρῆναι δὲ οἶμαι τοῖς μὲν ἀπονεμηθεῖσιν ἀρκεῖσθαι μέτροις, καὶ ταῖς οὐρανόθεν διωρισμέναις ἐφήδεσθαι τιμαῖς, ἐκτείνεσθαι δὲ περαιτέρω μηδαμῶς, μηδὲ ἀχαρίστως τῇ πρὸς τὸ μεῖζον ἀεὶ κεχρημένους ἐφέσει, τὴν ἄνωθεν ἀτιμάζειν ψῆφον, καὶ δεσποτικοῖς ἀπομάχεσθαι κρίμασιν, αἰδοῖ τοῦ μὴ δοκεῖν τοῦ τελειοτέρου τὸ ἔλαττον ἀποφέρεσθαι· ἀλλ' οἷσπερ ἂν ἐθελήσας τιμήσῃ Θεὸς, ταῦτα δὴ καὶ μάλα ποιεῖσθαι περὶ πολλοῦ. μὴ ἀσχαλέτω τοιγαροῦν ὁ ἐμὸς, φησὶ, μαθητὴς, εἰ μὴ τὸ δοθὲν ἐξάλλομαι μέτρον, εἰ τὸ μεῖζον οὐκ ἐννοῶ, καὶ εἰς δόξαν ἀνθρωποπρεπῆ συστέλλομαι.