Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.234
Not analysed yet
τοις οἱ πρὸς μόνον τὸ διαλοιδορεῖσθαι γοργοὶ, καὶ εἰς πᾶσαν ἑτοιμότατοι κακουργίαν· καὶ δὴ τὸν οἰκεῖον παρατρέψαντες λόγον ἐπαινοῦσι τὸ βάπτισμα τὸ διὰ Χριστοῦ, διακείμενοι μὲν οὐκ ὀρθῶς, οὐδὲ ἀληθεῖς ἐπαίνους τοῦ πράγματος καταχέοντες, εἰς δὲ μόνον τὸ λυπῆσαι παρωξυμμένοι, καὶ τὴν παρὰ γνώμην δανειζόμενοι πρόθεσιν, ἕως ἂν αὐτοῖς εἰς ἔργον ἐκτρέχῃ τὸ σπούδασμα. λογικὴν μὲν οὖν οὐδεμίαν ἔχουσι ποιεῖσθαι τὴν ἀπόδειξιν, ἀλλ' οὐδὲ ἐκ τῶν ἱερῶν λαβόντες γραμμάτων συνηγοροῦσι Χριστῷ· πόθεν γὰρ ἡ τοιαύτη τοῖς ἀπαιδεύτοις σύνεσις; ἐκεῖνο δὲ μόνον εἰς βεβαίωσιν τῶν οἰκείων προΐσχονται λόγων, τὸ κομιδῆ μὲν εἶναι βραχεῖς ἀριθμῷ τοὺς Ἰωάννῃ προστρέχοντας, ἀγεληδὸν δὲ βαδίζειν ἐπὶ Χριστόν. ᾤοντο γὰρ ἴσως πολὺ δὴ λίαν ἀφραίνοντες τὴν ἐπὶ τῷ δύνασθαι νικᾶν ἀποκομιεῖσθαι ψῆφον, καὶ τοῖς νομικοῖς περιῤῥαντηρίοις, ὡς ἤδη κεκρατηκόσιν, ἀπαυθαδίζεσθαι τῆς Ἰωάννου χειρὸς, ἐν ἀμείνοσι θέντες τὸ διὰ Χριστοῦ τοῖς προσιοῦσιν αὐτῷ χορηγούμενον βάπτισμα. καὶ λυποῦσι μὲν ὄντως τοὺς, πρὸς οὓς ἦν ὁ λόγος· ἀπαλλάττονται δὲ μόλις ἐπὶ τούτοις, καὶ ἀναχωροῦσι τῶν Ἰωάννου μαθητῶν, ἐξ ἀπερισκέπτου λογομαχίας πολὺ μειζόνως ἡττώμενοι. καταστέφουσι γὰρ τοῖς ἐξ ἀνάγκης ἐπαίνοις καὶ οὐχ ἑκόντες τὸν Κύριον. Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν. Τοῖς τῶν Φαρισαίων λόγοις καταδηχθέντες οἱ μαθηταὶ, καὶ εἰς αὐτὴν δὲ τοῦ πράγματος ἀφορῶντες τὴν φύσιν, ψευδομένους μὲν ἐλέγχειν ἦσαν οὐχ οἷοί τε, διαποροῦσι δὲ εἰκότως, καὶ τὸ μέγα τοῦ Σωτῆρος ἡμῶν οὐκ εἰδότες ἀξίωμα,