Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.237
Not analysed yet
ἑστιῶντος ἐπακροᾶσθαι φωνῆς. ἔχω μὲν οὖν ἤδη τὸ ποθούμενον ἐγὼ, καὶ πεπλήρωταί μοι τὸ σπούδασμα· ἐκήρυξα γὰρ οὐ μόνον, ὡς ἥξει ὁ Χριστὸς, ἀλλ' ἤδη καὶ παρόντα τεθέαμαι, καὶ αὐτὴν ἐν ὠσὶν εἰσοικίζομαι τὴν φωνήν. ὑμεῖς δὲ, ὦ σοφώτατοι μαθηταὶ, τὴν νυμφευομένην ἀνθρωπότητα τῷ Χριστῷ πρὸς αὐτὸν ἰοῦσαν ὁρῶντες, καὶ εἰς πνευματικὴν ἀναβαίνουσαν οἰκειότητα διὰ τοῦ ἁγίου βαπτίσματος τὴν ἀποκεκομμένην καὶ δραπετεύσασαν τῆς εἰς αὐτὸν ἀγάπης καταθεώμενοι φύσιν, μὴ ἀσχάλετε, φησὶν, ὅτι μὴ μᾶλλον ἐμοὶ πρέπει, προστρέχει δὲ λίαν εὐπετῶς τῷ κατὰ πνεῦμα νυμφίῳ· τοῦτο γὰρ ἦν ὄντως δίκαιόν τε καὶ πρεπωδέστερον. ὁ γὰρ ἔχων τὴν νύμφην νυμφίος ἐστί· τουτέστι, μὴ ἐν ἐμοὶ ζητεῖτε τοῦ νυμφίου τὸν στέφανον, οὐκ ἐμοὶ χορεύει λέγων ὁ μελῳδός "Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, "καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, "ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου·" οὐδὲ τὸν ἐμὸν ζητοῦσα θάλαμον ἡ νύμφη φησίν "Ἀπάγγειλόν μοι, ὃν "ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν "μεσημβρίᾳ·" ἔχει τὸν ἐξ οὐρανοῦ νυμφίον· ἐγὼ δὲ ἡσθήσομαι καὶ τὴν δούλῳ πρέπουσαν ἀναπηδήσας τιμὴν, ἐν τῷ τῆς φιλίας ὀνόματί τε καὶ πράγματι. Τὴν μὲν οὖν τῶν προκειμένων διάνοιαν, οἶμαι δὴ καὶ μάλα διερμηνεύεσθαι καλῶς· ἀρκούντως δὲ ἤδη περὶ τοῦ πνευματικοῦ διειληφὼς γάμου, τὸ γράφειν ἔτι περὶ αὐτοῦ φορτικὸν ἡγούμεθα. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὡς ἐπὶ μικροῖς ἔτι θορυβουμένους ἐλέγχει τοὺς μαθητὰς, καὶ πρόωρον μὲν ἐφ' οἷς ἥκιστα χρῆν ὑπομείναντας σκάν-