Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.238
Not analysed yet
δαλον, οὔπω δὲ εἰδότας ἀκριβῶς, τίς τε καὶ πόθεν ἐστὶν ὁ Ἐμμανουήλ. οὐ γὰρ μέχρι τούτων, φησὶ, τὰ ἐπ' αὐτῷ θαυμασθήσεται, οὐδὲ ὅτι πλείους βαπτίζονται παρ' αὐτῷ, διὰ τοῦτο καὶ μόνον τὴν ἐμὴν ὑπεραλεῖται τιμὴν, ἀλλ' εἰς μέτρον ἀναβήσεται δόξης τοσοῦτον, ὅσον ἂν πρέποι Θεῷ· δεῖ γὰρ αὐτὸν μὲν εἰς αὔξησιν εὐκλείας ἰέναι, καὶ ταῖς καθ' ἡμέραν τῶν σημείων προσθήκαις ἀεὶ πρὸς τὸ μεῖζον ἀναπηδᾶν, καὶ λαμπρότερον ἀναφαίνεσθαι τῷ κόσμῳ· ἐμὲ δὲ ἐλαττοῦσθαι, μένοντα μὲν ἐν οἷσπερ ὑπάρχων ὁρῶμαι, καὶ τῶν ἅπαξ δοθέντων οὐχ ὑφιζάνοντα μέτρων, τοῦ δὲ πρὸς αὔξην ἀναβαίνοντος δόξης ἀεὶ, τοσοῦτον ἡττώμενον, ὅσον ἂν τρέχῃ καὶ φέρηται. Καὶ ταῦτα μὲν ἡμῖν ὁ μακάριος διερμηνεύει βαπτιστής· ἥξει δὲ χρησίμως διὰ παραδειγμάτων ὁ λόγος, ἐναργεστέραν παριστὰς τῶν εἰρημένων τὴν δύναμιν. δίπηχυ τυχὸν ἐπὶ γῆς ἑστάτω ξύλον· παρακείσθω δὲ καὶ φυτὸν, ἄρτι μὲν γῆς ὑποκύπτον, χλωροὺς δὲ ἀνατεῖνον εἰς ἀέρα τοὺς ὅρπηκας, καὶ ταῖς ἀπὸ ῥίζης ἀσχέτοις ὁρμαῖς ἀεὶ πρὸς ὕψος τὸ μεῖζον ἀνωθούμενον· ἆρ' οὖν εἴ τις περιθείη τῷ ξύλῳ φωνὴν, εἶτα τοῦτο λέγοι περί τε ἑαυτοῦ καὶ φυτοῦ τοῦ γείτονος Τοῦτο δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι, οὐκ ἂν εἰκότως νοοῖτο βλάβος μέν τι ἐν τοῖς καθ' ἑαυτὸ σημαίνειν οὐδὲν, ἀλλ' οὐδὲ εἰς κολόβωσιν τὸ αὐτῷ προσὸν οἰχήσεσθαι μέτρον, ἐλαττοῦσθαι δὲ κατὰ τοῦτο μόνον διισχυρίζεται τὸ εἶδος, καθ' ὃ τοῦ πρὸς αὔξησιν ἰόντος ἀεὶ τὸ μεῖον ἔχον εὑρίσκεται. συγγενὲς δὲ τούτῳ πάλιν λήμψει παράδειγμα, καὶ τὸ τῶν ἀστέρων ἐπισημότατον περὶ τοῦ ἡλίου λέγοντα βοᾶν Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. ἕως μὲν