Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.243
Not analysed yet
Ἀλλ' ἐροῦσι τυχὸν τὰς ἐκ τῆς ἐρεύνης ἀτοπίας δυσωπούμενοι, σημαίνειν τό Ἄνωθεν οὐκ ἐξ οὐρανῶν, ἀπὸ δὲ τῆς ἐνούσης αὐτῷ κατὰ πάντων ὑπεροχῆς. φέρε δὴ οὖν ἀκριβέστερον βασανίζοντες τοῦ λεγομένου τὴν δύναμιν, ἴδωμεν πάλιν εἰς ποῖον αὐτοῖς καταστρέψει τέλος τὸ ἐγχείρημα. πρῶτον μὲν οὖν ἀμαθές τε καὶ ἀδιανόητον κομιδῇ, τὸ αὐτὸν ἐκ τοῦ οἰκείου λέγειν ἀξιώματος ἔρχεσθαι τὸν Υἱὸν, καὶ ὥσπερ ἀπό τινος τόπου, ἢ καὶ ὡς ἐξ ἑνὸς, ἕνα τὸν αὐτὸν ἐκ τῆς ἰδίας ὑπεροχῆς εἰς τὸ ἐπάνω πάντων εἶναι βαδίζειν. πρὸς δέ γε τούτῳ κἀγὼ πυθοίμην ἂν ἥδιστα λίαν αὐτῶν, τὴν κατὰ πάντων ὑπεροχὴν, πότερόν ποτε δώσουσιν οὐσιώδη καὶ ἀναφαίρετον τῷ Υἱῷ, ἢ προσπεπορισμένην ἔξωθεν κατὰ λόγον τοῦ συμβεβηκότος. εἰ μὲν οὖν ἐπίκτητον ἔχειν ἐροῦσιν αὐτὸν τὴν ὑπεροχὴν, καὶ ἐπακτοῖς ἐπισεμνύνεσθαι τοῖς ἀξιώμασιν, ἀνάγκη προσομολογεῖν ἔρημόν ποτε δόξης εἶναι δύνασθαι τὸν Μονογενῆ, καὶ τὴν ἐπίκτητον, ὡς ἐκεῖνοί φασιν, ἀποδύσασθαι χάριν, καὶ τό Ἐπάνω πάντων εἶναι ζημιωθέντα, φαίνεσθαι γυμνὸν ἧς ἄρτι θαυμάζουσιν ὑπεροχῆς, εἴπερ ἐστὶ τὸ συμβεβηκὸς ἀπόβλητον, ὅτε μὴ τῆς οὐσίας ἅπτεται τοῦ ὑποκειμένου· ἔσται τοιγαροῦν μεταβολή τις καὶ ἀλλοίωσις περὶ τὸν Υἱὸν, καὶ διαψεύσεται μὲν εἰκαίοις αὐτὸν ἀναμέλπων ῥήμασιν ὁ μελῳδός "Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ "δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ "ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ "ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." ποῦ γὰρ ὁ αὐτὸς, εἰ μεταπίπτει σὺν ἡμῖν, καὶ τοῦτο ταῖς εἰς τὰ χείρω μεταβολαῖς; μάτην δὲ ὡς εἰκὸς καὶ αὐτὸς ἐφ' ἑαυτῷ κατασεμνύνεται λέγων "Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ