Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.242
Not analysed yet
γέσθω καὶ ἐπὶ παντὸς ἀγγέλου καὶ δυνάμεως λογικῆς ἡ λέξις· ἔρχονται γὰρ ὡς ἡμᾶς ἐξ οὐρανῶν οἱ τὴν ἄνω διατρίβοντες πόλιν, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν, ὡς ὁ Σωτήρ που φησὶν, ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. τί οὖν ἄρα ἐστὶ τὸ τὸν μακάριον βαπτιστὴν πεπεικὸς, τὸ πολλοῖς ἕτοιμον εἰς ἐξουσίαν ἀναθεῖναι μόνῳ κατ' ἐξαίρετον τῷ Υἱῷ, καὶ ὡς ἐφ' ἑνὸς τοῦ ἄνωθεν καταβαίνοντος εἰπεῖν Ὁ ἄνωθεν ἐρχόμενος; χρῆν γὰρ δήπου κοινοποιεῖσθαι τοῖς ἄλλοις τὸ ἀξίωμα, λέγοντα Οἱ ἄνωθεν ἐρχόμενοι ἐπάνω πάντων εἰσίν. ἀλλ' οἶδεν ἑνὶ τῷ Υἱῷ τὸ ῥῆμα χρεωστούμενον, ὡς τῆς ἀνωτάτω ῥίζης ἐκπεφυκότι. Οὔκουν ἄρα τό Ἄνωθεν σημαίνει τό Ἐξ οὐρανοῦ· νοηθήσεται δὲ μᾶλλον, καθάπερ ἤδη προείπομεν, εὐσεβῶς τε καὶ ἀληθῶς. πῶς γὰρ ὅλως ἔσται καὶ ἐπάνω πάντων, εἰ μὴ τὸ ἐκ Πατρὸς σημαίνει τό Ἄνωθεν, ἀλλὰ μᾶλλον τό Ἐξ οὐρανοῦ; ἔσται γὰρ, ἂν οὕτως ἔχῃ, καὶ ἕκαστος τῶν ἁγίων ἀγγέλων ἐπάνω πάντων, ὡς ἐκεῖθεν ἐρχόμενος· ἑκάστου δὲ διαφεύγοντος τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν, ἀπὸ τίνων ἔτι τό Πάντα συναχθήσεται; ἢ πῶς ἂν ἡμῖν ὁ τοῦ Πάντα λόγος ἀκέραιος διαμείναι, διασώζων ἀκριβῶς, ὃ σημαίνειν βούλεται, τοσαύτης ἀγγέλων ἀποφοιτώσης πληθύος, καὶ παραλυούσης τοῦ Πάντα τὸν ὅρον; οὐκέτι γὰρ πάντα, μενόντων ἐκτὸς, οἵπερ ἦσαν ἐν πᾶσιν. ὁ δέ γε ἀῤῥήτως ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας Λόγος, ἰδιάζουσαν ἔχων τὴν ἄνωθεν γέννησιν, καὶ καθάπερ ἀπὸ πηγῆς τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἐρχόμενος οὐκ ἀδικήσει τό Πάντα, τὸ ἐν πᾶσιν ὡς μέρος τετάχθαι διαφυγών· ἔσται δὲ μᾶλλον ἐπάνω πάντων, ὡς ἕτερος παρ' αὐτὰ, καὶ φύσει καὶ δυνάμει θεοπρεπεῖ καὶ τοῖς ἄλλοις τοῦ γεννήσαντος ἰδιώμασιν.