Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.245
Not analysed yet
Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ. τῆς γῆς λαλεῖ. Οὐκ ἰσομέτρως ἐνεργήσει, φησὶν, εἰς τὸ δύνασθαι πείθειν ὁ γηγενὴς τῷ ἐπὶ πάντας ὄντι Θεῷ. λαλήσει μὲν γὰρ ὡς ἄνθρωπος ὁ ἀπὸ τῆς γῆς, καὶ ἐν μόνῃ συμβούλου κείσεται τάξει, ὅλας ἐπιτρέψας τοῖς παιδευομένοις τὰς τοῦ βούλεσθαι πιστεύειν ἡνίας· ὁ δὲ ἄνωθεν ἐρχόμενος, ὡς Θεὸς, θείᾳ τινὶ καὶ ἀῤῥήτῳ χάριτι καταχρήσας τὸν λόγον ταῖς τῶν προσιόντων ἐνίησιν ἀκοαῖς. ὅσῳ δὲ ἀμείνων ἐστὶ κατὰ φύσιν, τοσούτῳ δὴ πάντως ἐνεργήσει γοργότερον. χρησίμως δὲ λίαν ὁ μακάριος βαπτιστὴς πρὸς τοὺς ἑαυτοῦ μαθητὰς τὰ τοιαῦτά φησιν. ἐπειδὴ γὰρ αὐτὸν τῆς τοῦ Σωτῆρος δόξης ἐθεώρουν ἡττώμενον, ἐπί τε τούτῳ λοιπὸν οὐ μετρίως ἐσκανδαλίζοντο, διὸ δὴ καὶ προσῄεσαν λέγοντες "Ῥαββὶ, ὃς ἦν "μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε "οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν·" ἀναγκαίως ὁ πνευματοφόρος τὸ τοῦ σκανδάλου πάθος ὑποτεμνόμενος, ὑγιᾶ τε τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἐπὶ τοῖς ἀναγκαιοτάτοις διάληψιν ἐντιθεὶς, ἐξηγεῖται μὲν τοῦ Σωτῆρος τὴν κατὰ πάντων ὑπεροχὴν, διδάσκει δὲ οὐδὲν ἧττον τὴν αἰτίαν, δι' ἣν ἤδη πάντες ἐπ' ἐκεῖνον ἐβάδιζον, καὶ τὸ δι' ὕδατος μόνου παρατρέχοντες βάπτισμα, τῷ θειοτέρῳ καὶ τελειοτέρῳ προσῄεσαν, τῷ διὰ Πνεύματος Ἁγίου δηλαδή. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Τοῦτο μαρτυρεῖ ὅτι πλείστη, φησὶν, καὶ ἀσύγκριτος ἡ διαφορὰ τοῖς ἀπὸ τῆς γῆς πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντα Θεὸν Λόγον. εἰ μὴ διδάσκειν ἀξιόχρεως ἐγὼ,