Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.246
Not analysed yet
καὶ εἰ μόνος ὑμῖν ὁ ἐμὸς οὐκ ἐξαρκέσει λόγος, αὐτὸς ἐπιβεβαιώσει ἐπιμαρτυρῶν ὁ Υἱὸς, ἀκαταλήπτῳ μέτρῳ διεστάναι τὸ γηγενὲς τῆς ἐπάνω πάντων ἀρχῆς· διαλεγόμενος δέ που πρὸς τοὺς ἀνοσίους Ἰουδαίους, ἔφασκεν ὁ Σωτήρ "Ὑμεῖς ἐκ "τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί." κάτω μὲν γὰρ τὴν τῶν γενητῶν φύσιν εἶναί φησιν, ὡς ὑποκειμένην καὶ ὡς ἐξ ἀνάγκης δουλεύουσαν τῷ πρὸς τὸ εἶναι καλοῦντι Θεῷ· ἄνω δὲ πάλιν τὴν θείαν καὶ ἄῤῥητον καὶ δεσπόζουσαν φύσιν, ὡς πάντα ὑπὸ πόδας ἔχουσαν τὰ γενητὰ, καὶ τῷ τῆς ἐξουσίας ὑποθεῖσαν ζυγῷ. οὐ μάτην δὲ ταῦτα τοῖς ἀνωτέρω προστέθεικεν ὁ μακάριος βαπτιστής· ἵνα γὰρ μὴ νομίζηται παρὰ τοῖς ἑαυτοῦ μαθηταῖς εἰκαίους ἀναπλάττεσθαι λογισμοὺς, αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν εὐλόγως ἡττῆσθαι Χριστῷ, μείζονα μὲν λέγειν καὶ ἄνωθεν αὐτὸν, ἑαυτὸν δὲ κάτωθεν καὶ ἀπὸ τῆς γῆς, ἀναγκαίως ἀφ' ὧν αὐτὸς ἔφασκεν ὁ Σωτὴρ, τὴν τῶν εἰρημένων ἐπισφραγίζει δύναμιν, καὶ πρόφασιν μὲν, οὐ καθάπερ ᾤοντο κενὴν, ἀληθείας δὲ μᾶλλον ἀπόδειξιν, ἐπιδεικνύει τὴν ἐξήγησιν. Ἐπειδὴ δὲ καὶ ἑτέρα φέρεται τοῦ στίχου γραφή Ὃ γὰρ ἑώρακέ φησι καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, φέρε καὶ εἰς αὐτὴν ὀλίγα διαλεξόμεθα. τὰς ἐφ' ἑκάστῳ τῶν πραγμάτων πληροφορίας, διὰ δύο μάλιστα τῶν κυριωτέρων αἰσθήσεων λαμβάνειν πεφύκαμέν τε καὶ κατειθίσμεθα, ὄψεως δὴ λέγω καὶ ἀκοῆς· αὐτήκοοί τε γὰρ καὶ αὐτεπίσκοποι γεγενημένοι τινῶν, ἐπὶ τὸ λέγειν ἀνενδοιάστως περὶ αὐτῶν ἐρχόμεθα. ἀναπείθων τοιγαροῦν δρομαίους αὐτοὺς ἐπὶ τῷ πιστεύειν ἰέναι τῷ Χριστῷ· λαλεῖ γὰρ, φησὶν, ὅπερ οἶδεν ἀκριβῶς· λαμβάνει δὲ πάλιν, ὥσπερ ἐξ ὁμοιότητος τῆς καθ' ἡμᾶς, ἵνα