Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.247
Not analysed yet
νοῶμεν θεοπρεπέστερον, καί φησιν Ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ. Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Οὐχ ὡς μηδενὸς δεχομένου τὴν μαρτυρίαν, ὅτι δὴ καὶ Θεὸς κατὰ φύσιν ὑπάρχει Χριστὸς, ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὁρμώμενος, ἐπάνω πάντων ἐστὶ, τὰ τοιαῦτά φησιν ὁ μακάριος βαπτιστής· πολλοὶ γὰρ ἐδέξαντο καὶ πεπιστεύκασι, καὶ πρό γε πάντων ὁ Πέτρος εἰπών "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ "Θεοῦ τοῦ ζῶντος·" ἀλλ' ὡς τῶν ἄλλων πάντων αὐτὸς ἀκριβέστερον τὸ μέγα τοῦ λαλοῦντος ἐννοήσας ἀξίωμα, μονονουχὶ κατασείσας τὴν κεφαλὴν, καὶ μηρῷ τὴν δεξιὰν ἐπικροτήσας ἀποθαυμάζει τῶν ἀπειθούντων αὐτῷ τὴν ἀπόνοιαν.