Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.249
Not analysed yet
ἢ λεγέτω πάλιν ἡμῖν ὁ δι' ἐναντίας, πῶς ἡ θεία τιμᾶται φύσις, ὡς ἀληθεύουσα, τῆς τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας παραδεδεγμένης. εἰ γὰρ ὅλως οὐκ ἔστι κατὰ φύσιν Θεὸς, οὐκ εἰς τὴν θείαν εὐσεβήσει φύσιν ὁ πιστεύων, ὡς ἀληθεύοντι, μᾶλλον δὲ εἰς ἓν τῶν κτισμάτων κατ' ἐκείνους τὸ κάλλιστον. ἐπειδὴ δὲ τοῦ ἀληθεύειν ἡ ψῆφος εἰς Θεὸν ἀνατείνεται πιστευομένου Χριστοῦ, πρόδηλον δήπου πάντως ἐστὶν, ὅτι Θεὸς ὑπάρχων, οὐ ψευδώνυμος αὐτὸς ἐφ' ἑαυτῷ τὴν ἀπὸ τῶν συναινούντων ἁρπάζει τιμήν. Ἀλλ' οὐ συνθήσεται μὲν κατὰ τὸ εἰκὸς τούτοις ἡμῶν τοῖς λόγοις ὁ τῆς ἀληθείας ἐχθρὸς, ἀνασκιρτήσει δὲ μέγα, Θεὸν εἶναι κατὰ φύσιν οὐ παραδεχόμενος τὸν Υἱόν· ἐρεῖ δὲ δὴ πάλιν Κατασοφίζῃ τὸν λόγον, ὦ οὗτος, καὶ στροφὰς ἐπινοεῖς πολυπλόκων θεωρημάτων, τὴν ἁπλῆν τρόπον τινὰ καὶ εὐθεῖαν ἀεὶ διάνοιαν παραιτούμενος. ἐπειδὴ γὰρ ἐξ οὐρανοῦ καταβέβηκεν ὁ τοῦ Θεοῦ Λόγος διαῤῥήδην βοῶν "Ἀπ' "ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι "ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω," καὶ πάλιν "Πάντα "ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν," ἢ καὶ, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς ὁ ἅγιος διεμαρτύρατο βαπτιστής "Ὃν "γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ·" διὰ τοῦτο λέγει περὶ αὐτοῦ Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. ἀληθὴς γὰρ ὄντως ὁ Θεὸς καὶ Πατήρ· σὺ δὲ ἡμῖν εἰς τὸν Υἱὸν περιτρέπειν πειρᾷ τὸ ἑτέρῳ χρεωστούμενον. Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν εἰρήσεται; ἆρ' οὖν ἐν προφήταις ἡμῖν ὁ Μονογενὴς τετάξεται, τὴν προφήταις πρέπουσαν διακονίαν ἀποπληρῶν, καὶ ἕτερον ἐπὶ τούτῳ πράττων οὐδέν; τίνι γὰρ τῶν ὄντων οὐκ ἀνενδοιάστως παραδεκτὸν,