Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.250
Not analysed yet
ὅτι τὰς θεόθεν ὡς ἡμᾶς διεκόμιζον οἱ προφῆται φωνάς; εἶτα τί τὸ ἐξαίρετον ἐν Υἱῷ τοῦτο αὐτὸ πληροῦντι μόνον; πῶς δὲ ἐπάνω πάντων ἐστὶν, εἰ προφήταις ἔτι συντάττεται, καὶ δουλοπρεπεῖ περιβέβληται μέτρῳ; πῶς δὲ ὡς ἐκείνους ἐν δόξῃ πλεονεκτῶν ἐν εὐαγγελίοις φησίν "Εἰ ἐκείνους εἶπε θεοὺς "πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται "λυθῆναι ἡ γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς "τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον Υἱός "εἰμι τοῦ Θεοῦ;" ἑαυτὸν γὰρ ἐν τούτοις ἀποδιορίζει σαφῶς τῆς τῶν προφητῶν ἀγέλης, καὶ θεοὺς μὲν αὐτοὺς κατωνομάσθαι φησὶ, διὰ τὸ γενέσθαι πρὸς αὐτοὺς τὸν τοῦ Θεοῦ Λόγον, ἑαυτὸν δὲ Υἱὸν ὁμολογεῖ. τοῖς μὲν γὰρ ἁγίοις προφήταις μερικὴ διὰ τοῦ Πνεύματος διενεμήθη χάρις· ἐν δὲ τῷ Σωτῆρι Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος εὐδόκησε κατοικῆσαι σωματικῶς, ὡς ὁ Παῦλός φησι· διὸ καὶ "ἐκ τοῦ "πληρώματος αὐτοῦ πάντες ἐλάβομεν," ὡς Ἰωάννης διισχυρίσατο. πῶς οὖν ἐν ἰσομέτρῳ τοῖς λαμβάνουσιν ὁ διδοὺς, ἢ πῶς ἐν τῇ τοῦ διακονοῦντος κατατετάξεται μοίρᾳ τὸ τῆς θεότητος πλήρωμα; Περιαθρείτωσαν τοίνυν ἐντεῦθεν, εἰς ὅσην αὐτοῖς ἀποκινδυνεύσει δυσφημίαν ὁ λόγος. καὶ τίνα μὲν τρόπον προσήκει νοεῖσθαι τό "Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με "Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω," πλατύτερον ἐν ἰδίῳ καιρῷ καὶ τόπῳ διερμηνευθήσεται. χρῆναι δὲ οἶμαι πρὸς τὸ παρὸν ὑπόθεσιν εὐσεβείας τὰ τῶν ἐναντίων ποιεῖσθαι προβλήματα, καὶ ἐξ ὧν ἐκεῖνοι πρεσβεύουσι, τοῖς τῆς Ἐκκλησίας ἐπαγωνίσασθαι δόγμασιν. οὐκοῦν ἐντολὰς μὲν εἰληφέναι παρὰ τοῦ Πατρὸς, καὶ λαλεῖν ἀφ' ἑαυτοῦ μηδὲν, διισχυρίζονται τὸν Υἱόν· ὅσα δὲ ἤκουσεν, ὡς αὐτός που φησὶ, ταῦτα καὶ ἡμῖν ἐπείγεσθαι λέγειν. καλῶς, ἐχέτω καὶ τῇδε· συνθησόμεθα γὰρ, οὐδὲν ἀδικοῦντος, κατά γε