Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.25
Not analysed yet
Ἀπόδειξις μετὰ συλλογισμῶν καὶ μαρτυριῶν γραφικῶν, ὅτι καὶ ὁ Πατὴρ ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει καὶ ὁ Υἱὸς ὡσαύτως, συνθεολογουμένου δηλονότι καὶ τοῦ Ἁγίου Πνεύματος, εἰ καὶ μηδὲν ἐπὶ τοῦ παρόντος ἐξετάζοιτο περὶ αὐτοῦ. Ὁμοούσιος μὲν οὖν ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ὁ Πατὴρ τῷ Υἱῷ, διὸ δὴ καὶ εἰς ἀπαράλλακτον ἀναβαίνουσιν ὁμοιότητα, ὡς ὁρᾶσθαι μὲν ἐν Υἱῷ τὸν Πατέρα, ἐν δὲ τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τῷ ἑτέρῳ τὸν ἕτερον ἐναστράπτειν, καθάπερ καὶ αὐτός που φησὶν ὁ Σωτήρ "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου," καὶ πάλιν "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί." ἀλλ' εἰ καὶ ἔστιν ἐν τῷ Πατρὶ, ἔχει δὲ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα· καλῶς μὲν αὐτὸς, καθάπερ ἤδη προείρηται, πρὸς τὴν τοῦ γεννήσαντος ἀπηκριβωμένος μορφὴν, ἀπαραποιήτως δὲ πάλιν, ἐξ ὧν ἐστιν αὐτὸς, ἐν ἑαυτῷ τὸν γεννήσαντα ζωγραφῶν· οὐ διὰ τοῦτο τὸ ὑπάρχειν ἰδίως ζημιωθήσεται, οὐδ' αὖ πάλιν ἀπολέσει ὁ Πατὴρ τὸ ὑφεστάναι καθ' ἑαυτόν· ἀλλ' οὐδὲ ἡ πολλὴ λίαν ἐμφέρειά τε καὶ ὁμοιότης ἀνάχυσίν τινα τῶν ὑποστάσεων ἐργάσεται, ὡς ἓν νοεῖσθαι τῷ ἀριθμῷ τὸν γεννήσαντα Πατέρα καὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν· ἀλλ' ἡ μὲν ταυτότης τῆς φύσεως ἐπ' ἀμφοῖν ὁμολογηθήσεται, τὸ δὲ ἰδίως ἑκάτερον ὑφεστάναι πάντως ἀκολουθεῖ· ἵνα καὶ ὁ Πατὴρ ὄντως νοῆται Πατὴρ, καὶ ὁ Υἱὸς δὲ Υἱός. ἐπαριθμουμένου γὰρ οὕτω καὶ συνθεολογουμένου τοῦ Ἁγίου Πνεύματος, ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς τὸ οἰκεῖον ἕξει πλήρωμα. Ἄλλο. Εἰ αὐτός ἐστιν ὁ Υἱὸς καὶ Πατὴρ, ποῖον ἔχει λόγον ἡ τῶν ὀνομάτων διαστολή; εἰ μὴ γὰρ ὅλως ἐγέννησεν, ἱνατί καλεῖται Πατήρ; πῶς δὲ ὅλως Υἱὸς, εἰ μὴ ἐγεννήθη