Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.26
Not analysed yet
παρὰ Πατρός; αἰτεῖ γὰρ ὡς ἐξ ἀνάγκης τὴν τοιαύτην ἐφ' ἑαυτοῖς θεωρίαν τὰ ὀνόματα. ἐπειδὴ δὲ γεγεννῆσθαι τὸν Υἱὸν αἱ θεῖαι κηρύττουσι γραφαὶ, καὶ ὁ τῆς ἀληθείας οὕτως ἔχει λόγος, ὑφέστηκεν ἄρα καὶ καθ' ἑαυτόν. ἔστι δὲ πάλιν ἰδιαζόντως καὶ ὁ Πατὴρ, εἴπερ ἕτερον ἐξ ἑτέρου φαίνεται, τὸ γεννώμενον ὡς πρὸς τὸ γεννῶν. Ἄλλο. Ὁ μακάριος Παῦλος ἐπιστέλλων Φιλιππησίοις περὶ τοῦ Υἱοῦ φησιν "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ "ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ." τίς οὖν ἄρα ἐστὶν ὁ ἁρπαγμὸν οὐ θελήσας ἡγήσασθαι τὸ εἶναι ἴσα Θεῷ; ἢ γὰρ οὐκ ἀνάγκη λέγειν, ἕνα μέν τινα ὑπάρχειν τὸν ἐν μορφῇ Θεοῦ, ἕτερον δὲ πάλιν τὸν οὗπερ ἦν ἡ μορφή; ἀλλ' ἔστι δῆλον ἅπασι καὶ ὁμολογούμενον. οὐκοῦν οὐχ ἕν τι καὶ ταυτὸν τῷ ἀριθμῷ Πατὴρ καὶ Υἱὸς, ἀλλ' ἰδιοσύστατοι καὶ ἐν ἀλλήλοις θεωρούμενοι, κατὰ τὴν ταυτότητα τῆς οὐσίας, εἰ καὶ εἷς ἐξ ἑνὸς, ἐκ Πατρὸς ὁ Υἱὸς δηλαδή. Ἄλλο. "Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν," ἔφασκεν ὁ Σωτήρ· ὡς εἰδὼς δηλονότι καὶ ἑαυτὸν ἰδίως ὑφεστηκότα καὶ τὸν Πατέρα· εἰ δὲ μὴ οὕτως ἔχει τοῦ πράγματος ἡ ἀλήθεια, τί μὴ τηρήσας τῇ ἑνάδι τὸ πρέπον ἔφασκεν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι; ἐπειδὴ δὲ εἰς πληθυντικὸν ἀριθμὸν τὸ σημαινόμενον ἐξαπλοῖ, δῆλος ἂν εἴη λοιπὸν τὴν τῶν ἑτεροδοξούντων ἀνατρέπων ὑπόνοιαν· οὐδὲ γὰρ ἂν καθ' ἑνὸς τὸ ἐσμὲν ἐπενεχθείη συνετῶς. Ἄλλο. Ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ φωνὴ φέρεται Θεοῦ "Ποιήσωμεν, λέγοντος, ἄνθρωπον κατ' εἰκόνα "ἡμετέραν καὶ καθ' ὁμοίωσιν." εἴπερ οὖν εἰς ἕν τι τῷ ἀριθμῷ τὸ τῆς ἁγίας Τριάδος πλάτος, ἵνα οὕτως εἴπω, συστέλλεται, καὶ δυσσεβοῦντες ἀναιροῦσι τὸ ὑφεστάναι καθ' ἑαυτοὺς Πατέρα καὶ Υἱόν· τίς ὁ πρὸς τίνα λέγων ἐστί