Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.251
Not analysed yet
τὸν τοῦ πῶς εἶναι λόγον, τοῦ πράγματος τὸν Υἱόν· καλλίστην δὲ μᾶλλον ἐπὶ τοῦ παρόντος μάλιστα τὴν οἰκονομίαν εἰσάγοντος. οὐκοῦν, ὅταν λέγοντος ἀκούσωσιν αὐτοῦ "Ἐγὼ "καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· "ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί·" λαμβανέτωσαν τὴν μαρτυρίαν αὐτοῦ, σφραγιζέτωσαν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ ἀληθής ἐστιν, ὅπερ οἶδεν ἀκριβῶς ἀναπείθων λαλεῖν τὸν Υἱόν· μὴ ἀπιστείτωσαν τοῖς τοῦ Σωτῆρος ῥήμασι, τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν ἑρμηνεύοντος. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Οἶδεν οὖν ἄρα κατὰ φύσιν ὄντα τὸν αὐτὸν ὁ Πατὴρ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν· τοῦτο γὰρ οἶμαι τό Ἕν ἐσμεν, καὶ οὐχ ἕτερόν τι κατασημαίνειν· Υἱὸν ὄντα, καὶ οὐ ποίημα γινώσκει· Υἱὸν δέ φημι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ οὐ ψιλῷ τῷ τῆς υἱότητος τετιμημένον ὀνόματι· οἶδεν ὄντα τῆς ἰδίας ἰδιότητος ἀπαράλλακτον εἰκόνα, ὡς ὁρᾶσθαι μὲν τελείως ἐν αὐτῷ, ζωγραφεῖν δὲ ἐν ἑαυτῷ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἀῤῥήτως ἐκλάμψαντα, καὶ ἔχειν μὲν ἐν ἑαυτῷ τὸν Υἱὸν, εἶναι δὲ αὖ πάλιν ἐν Υἱῷ, διὰ τὴν τῆς οὐσίας ταυτότητα. Ταῦτα φρονήσας, αἱρετικὲ, πικροῦ μὲν σαυτὸν ἀπαλλάξεις νοσήματος, τριβῆς δὲ ἡμᾶς τῆς ἐν λόγοις καὶ ζητήμασιν. ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. ὅταν ἐκ τοῦ προχείρου νοῆται τὸ προκείμενον, τί πάλιν ἔσται τὸ θαυμαστὸν ἐν Υἱῷ; ἢ γὰρ οὐχὶ καὶ τῶν ἁγίων ἕκαστος προφητῶν, καὶ ἀπεστέλλετο παρὰ Θεοῦ, καὶ τοὺς παρ' αὐτοῦ διήγγελε λόγους; καὶ γοῦν πρὸς μὲν τὸν ἱεροφάντην εἴρηταί ποι Μωυσέα "Καὶ νῦν δεῦρο ἀποστέλλω σε εἰς