Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.253
Not analysed yet
Οὐ γὰρ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα. Ὀξεῖαν ὑπόσχες νυνὶ δὴ μάλιστα τὴν ἀκοὴν, ὦ γενναῖε, ἵνα δὴ πάλιν ἡμῖν συνθαυμάσεις τῶν ἁγίων τὴν νῆψιν· ἔφη τοίνυν τὸν Υἱὸν καὶ ἀπεστάλθαι παρὰ Θεοῦ καὶ τὰ τοῦ Θεοῦ ῥήματα λαλεῖν· ἀλλ' ὑπαισθάνεταί πως, ὅσον ἧκεν εἰς τὴν πρόχειρον τοῦ λόγου δύναμιν, προφητικὸν αὐτῷ περιθεὶς τὸ μέτρον, ὥσπερ οὖν καὶ διελαλήσαμεν ἀρτίως. ἀναφέρει τοίνυν αὐτὸν τῆς πρὸς ἐκείνους ἰσότητος διὰ τούτων, καὶ δι' ἑνὸς δὴ τούτου σημείου δίδωσι νοεῖν, ὡς πολλὴ δή τις ἐστὶ, μᾶλλον δὲ ἤδη καὶ ἀσύγκριτος ἡ διαφορά· ἀμήχανον γὰρ, φησὶ, τοὺς μεμετρημένον λαχόντας τὸ Πνεῦμα, καὶ ἑτέρῳ δύνασθαι τοῦτο χαρίζεσθαι· οὐ γὰρ ἅγιος ἁγίῳ ποτὲ Πνεύματος Ἁγίου γέγονε χορηγός· χορηγεῖ δὲ πᾶσιν ὁ Υἱὸς, ὡς ἐξ ἰδίου πληρώματος. οὐκοῦν οὐκ ἐκ μέτρου δίδωσιν, οὐδὲ ὥσπερ ἐκεῖνοι, μικράν τινα μοῖραν ἔχει τοῦ Πνεύματος, καὶ τοῦτο μεταληπτῶς· ἀλλ' ἐπειδήπερ ἀνεδείχθη καὶ χορηγὸς, δῆλος ἂν εἴη δήπουθεν ὅλον ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ. οὐκοῦν ὁ τοσαύτην ἔχων πρὸς ἐκείνους τὴν ὑπεροχὴν, οὐχ ὡς εἷς ἐξ ἐκείνων λαλήσει τὰ παρὰ Θεοῦ, ἀλλ' ὡς Θεὸς ὑπάρχων ἐκ Θεοῦ, τοὺς Θεῷ πρέποντας ἀνερεύξεται λόγους. Ἀντικείσεται δὲ τοῖς εἰρημένους οὐδαμῶς, τὸ διὰ χειρῶν ἀποστολικῶν δεδόσθαι τὸ Πνεῦμά τισιν οἴεσθαι τινάς· πνευματοκλήτορας γὰρ ἤπερ ὄντως τοῦ Πνεύματος χορηγοὺς τοῦ Ἁγίου εἶναι πιστεύσομεν· ἐπεὶ καὶ Μωυσῆς ὁ μακάριος, οὐκ αὐτὸς ἀφεῖλεν ἀπὸ τοῦ ὄντος ἐπ' αὐτῷ πνεύματος προσετάττετο, μόνῃ δὲ τῇ ἰδίᾳ τετήρηκεν ἐξουσίᾳ καὶ τοῦτο Θεὸς, χρῆναι μὲν αὐτὸν προσβαλέσθαι τοὺς ἑβδομήκοντα λέγων, ἀφελεῖν δὲ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ' αὐτῷ, καὶ ἐπιθήσειν ἐπ' αὐτοῖς ὑπισχνούμενος. ᾔδει γὰρ μόνῳ πρέπειν ἐπιτελεῖν τῷ Θεῷ τὰ θεοπρεπῆ.