Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.254
Not analysed yet
ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ΕΠΕΙΔΗ γὰρ εἴρηκεν, ὡς ἐκ Θεοῦ πεφηνότα Θεὸν τὸν Υἱὸν μὴ ἑτέροις δύνασθαι χρῆσθαι λόγοις ἢ οἷσπερ ἂν χρήσαιτο καὶ ὁ γεννήσας αὐτὸν, ἀληθέσι δηλαδή· "Ὃν γὰρ "ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ," φησίν· ἀναγκαίως διὰ τῶν προκειμένων ἐπεξεργάζεται καί φησιν Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν· οὐκ ἀνιάσομεν, φησὶ, τὸν Θεὸν καὶ Πατέρα, τὴν ἴσην τῷ ἐξ αὐτοῦ γεννηθέντι περιτιθέντες τιμὴν, οὐ προσκρούσομεν τῇ θεοπρεπεῖ στεφανοῦντες δόξῃ τὸν τῶν τοῦ Πατρὸς ἀγαθῶν οὐσιωδῶς κληρονόμον. ἀγαπᾷ γάρ φησι τὸν Υἱόν. οὐκοῦν ἐφησθήσεται μὲν δοξαζομένῳ πρὸς ἡμῶν, βαρυνθήσεται δὲ πρὸς τὸ ἐναντίον. καὶ μή τις οἰέσθω, φησὶν, ὡς ἑνὸς δὴ τούτου καὶ μόνου θεοπρεποῦς ἀξιώματος κληρονόμον ἔχει τὸν ἴδιον Υἱόν· πάντα γὰρ δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ, τουτέστι σύμπαν ὅσον ἐστὶν οὐσιωδῶς ἀγαθὸν ἐν Πατρὶ, τοῦτο πάντως ἐστὶν ἐν δυνάμει